# De opificio mundi 186

Joannes Philoponus, De opificio mundi, Page 186. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/186

ἀστέρας, λεγέτω, πῶς οἱ κατ' οὐρανὸν φωστῆρες τὸ φωτιστικὸν ἔχουσι τοῦ πυρός, τοῦ καυστικοῦ χωρίς· εἰ δὲ Πλάτωνι πείθοιτό τις πλείστου λέγοντι μετέχειν ἐκεῖνα πυρός, ὡς τὰ πλησιάζοντα τῷ ἡλίῳ δηλοῖ τὸν φλογμὸν ἀφόρητον ἔχοντα, σκοπείτω τὰ παρ' ἡμῖν, πῶς αἱ πυγολαμπίδες τὸ φωτιστικὸν ἐναργὲς ἔχουσαι ἀμοιροῦσι τοῦ καυστικοῦ· ὅτι γὰρ οὐχ ἡ βραχύτης αἰτία, οἱ λεπτότατοι τοῦ πυρὸς δηλοῦσι σπινθῆρες· ἀλλὰ καὶ λεπίδες ἰχθύων τινὲς καὶ ἐχίνων ὄστρακα καὶ ἕτερά τινα φῶς ἐν νυξὶν ἀπαυγάζουσι, καὶ ἄλλα φωτὸς ἀμοιροῦντα καυστικὰ τὴν δύναμιν ὑπάρχει· καὶ τοῦτο ποιούσης τῆς φύσεως ἡμῖν ἐστιν ποιεῖν ἀδύνατον. ὅθεν καὶ ἐν θαύματος μέρει τὸ ἐν τῷ βάτῳ πῦρ ἐφάνη Μωϋσεῖ, τὴν ὑποδεξαμένην αὐτὸ φύσιν οὐ καῖον, [οὐδὲ τὸ ἐν τῇ Βαβυλωνίᾳ καμίνῳ] φῶς δὲ μόνον ἐκπέμπον· καὶ οἱ τὰ τοιαῦτα δὲ πρὸς ἡμᾶς ἀποροῦντες, εἴτε ἀντιπαθείᾳ τινὶ φυσικῇ εἴτε θεῶν ἢ δαιμόνων, ὡς ἂν αὐτοὶ φαῖεν, δυνάμει πυρὸς ἐπιβαίνοντες ἀπαθεῖς διαμένουσιν, ὧν τὴν ἀπάτην ἐλέγχει τὸ τοῦ σταυροῦ σημεῖον ἢ τὸ τοῦ Χριστοῦ λεγόμενον ὄνομα· εὐθὺς γὰρ τὸ πῦρ εἰς αὐτοὺς τὰ τῆς ἰδίας δυνάμεως ἐπιδείκνυται. Πῶς οὖν οὐ δύνασθαί φασι τὸν θεὸν τὸ φῶς ὑποστῆσαι τῶν φωστήρων χωρίς, ἐπειδὴ τῇ φύσει τοῦτο ποιεῖν ἀδύνατον; ὁπότε καὶ φθάσαντες εἴπομεν, ὅτι ἐν τοῖς διαφανέσιν ὡς ἐν ὑποκειμένοις σώμασι τὸ πρωτόγονον ὑπέστη φῶς, ὡς καὶ τὸ ἐκ τῶν φωστήρων ἐν αὐτοῖς ἀεὶ καὶ τὸ τοῦ πυρὸς συμβαίνει· ὡς, εἰ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
