# De opificio mundi 189

Joannes Philoponus, De opificio mundi, Page 189. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/189

κατάστασις τῶν ἑπτὰ γένηται. καὶ μήποτε διὰ τοῦτο πληθυντικῶς ἐνιαυτοὺς τὸ λόγιον εἴρηκεν. καιροὺς δὲ πάλιν, ἔαρ θέρος μετόπωρον χειμῶνα ἡ τοῦ ἡλίου ποιεῖ κίνησις· ἔαρ μὲν γὰρ κριὸν διερχόμενος καὶ ταῦρον μέχρι τοῦ τέλους τῶν διδύμων, θέρος δὲ καρκίνον λέοντα παρθένον, μετόπωρον σκορπίον ζυγὸν τοξότην, χειμῶνα τοὺς λοιποὺς τρεῖς αἰγόκερων ὑδρηχόον ἰχθῦς. ‘Καὶ εἶπεν ὁ θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς’. ιεʹ. Ὅτι οὐκ ἐκ τῆς αὐτῆς οὐσίας τοῦ στερεώματος οἱ ἀστέρες γεγόνασιν. Ἐπὶ μὲν τῶν ἄλλων· ‘βλαστησάτω ἡ γῆ βοτάνην χόρτου καὶ ξύλον κάρπιμον’· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν’· γηίνην γὰρ κατὰ τὸ πλεῖστον ταῦτα τὴν οὐσίαν ἔχει, διὸ καὶ ὡς ἐξ ὑλικῆς αἰτίας τῆς γῆς ποιῆσαι ταῦτά φησι τὸν θεόν· ὁμοίως καὶ ἐπὶ τοῦ ἀνθρωπίνου σώματος· ‘καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς’· ἐπὶ δὲ τῶν φωστήρων οὐκ εἶπεν· ἐξαγαγέτω τὸ στερέωμα φωστῆρας· οὐ γὰρ ἐκ τοῦ χύματος τοῦ οὐρανίου σώματος τὴν γένεσιν οἱ φωστῆρες ἔχουσιν, ὡς καὶ αὐτὰ δηλοῖ τὰ φαινόμενα· τὸ μὲν γὰρ στερέωμα διαφανὲς ὑπάρχει, διὸ καὶ τῷ ἀέρι καὶ τῷ ὕδατι συγγενές ἐστιν· οἱ δὲ φωστῆρες τῆς ἐμπυρίου μᾶλλον οὐσίας εἰσίν, ὡς τὰ προσόντα αὐτοῖς δείκνυσιν

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
