# De opificio mundi 190

Joannes Philoponus, De opificio mundi, Page 190. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/190

ἅπαντα, τὸ χρῶμα τὸ φῶς τὸ θερμὸν τὸ ἀντιφρακτικὸν ἀλλήλων, ὅπερ ὑπάρχει γῇ καὶ πυρί—τῇ φλογὶ λέγω—μόνοις τῶν ἁπλῶν στοιχείων. καὶ Πλάτων γοῦν ἐκ πλείστου πυρὸς ἐκεῖνα συνεστάναι φησί. διὰ τοῦτο οὖν οὐκ εἶπεν· ἐξαγαγέτω τὸ στερέωμα φωστῆρας, ἀλλά· ‘γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ’ οὐχ ὡς ἐν ὑποκειμένῳ, ἀλλ' ὡς ἐν τόπῳ, ὡς εἴ τις εἴποι ἐν πόλει εἶναι ἢ ἐν οἴκῳ. τοῦτο καὶ ἡ ἐπανάληψις ἐδήλωσε· ‘καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ’ ὡς ἀπ' ἄλλης μὲν γενομένους οὐσίας, ἐκεῖ δὲ τεθέντας· καὶ τὴν αἰτίαν ἐπήγαγεν ‘ὥστε φαίνειν ἐπὶ τῆς γῆς’, ἵνα πᾶσαν ἐξ ὕψους αὐτὴν καταλάμπωσιν, οὐ περὶ τῶν δύο μόνων φωστήρων τοῦτο εἰπών, ἀλλὰ καὶ τῶν ἀστέρων· πᾶσαν γὰρ αὐτὴν ἐκ παντὸς μέρους τοῦ στερεώματος ἐπιλάμπουσιν. ‘Καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς καὶ τοὺς ἀστέρας’. ιϛʹ. Πῶς μέγαν εἶπε φωστῆρα τὴν σελήνην, τινῶν ἀστέρων μειζόνων αὐτῆς ὄντων. Φασὶν οἱ περὶ τὴν ἀστρονομίαν σχολάσαντές τινας τῶν ἀστέρων τῆς σελήνης ὑπάρχειν τῷ μεγέθει μείζονας· οἷός ἐστι καὶ ὁ κύων. πῶς οὖν μέγαν εἶναι

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
