# De opificio mundi 193

Joannes Philoponus, De opificio mundi, Page 193. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/193

Τί οὖν ἔστι τὸ εἰς ἀρχὰς τῆς νυκτὸς θεῖναι τὴν σελήνην; ὅτι τὸ φῶς αὐτῆς ἀεὶ τῆς νυκτὸς ἐπικρατεῖ τό τε σκότος αὐτῆς λύουσα καὶ τὸ τῶν ἀστέρων ἀμβλύνουσα φῶς. ἐν πανσελήνῳ μὲν οὖν ὡς εἶπον ἁπάσης κρατεῖ τῆς νυκτός, ἐν ἀμφικύρτῳ δὲ τῇ πρὸ τῆς πανσελήνου καὶ τῇ μετ' αὐτὴν τοῦ πλείονος, ἐν διχοτόμῳ δὲ πάλιν ἑκατέρωθεν τοῦ ἡμίσεος, ἐλαχίστου δὲ κατὰ τὰ μηνοειδῆ σχήματα. ὁ δὲ ἥλιος πάσης ἐπικρατεῖ τῆς ἡμέρας αὐτὸς ὡς εἶπον αὐτὴν ποιῶν ὑπὲρ τὸν ὁρίζοντα γινόμενος. Καὶ τοῦτο σαφέστερον Ἀκύλας ποιεῖ καὶ Θεοδοτίων, ὁ μὲν οὕτως εἰπών· ‘καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, σὺν τὸν φωστῆρα τὸν μέγαν εἰς ἐξουσίαν τῆς ἡμέρας καὶ σὺν τὸν φωστῆρα τὸν μικρὸν εἰς ἐξουσίαν τῆς νυκτός’. Θεοδοτίων· ‘καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἐξουσίαν τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν μικρὸν εἰς ἐξουσίαν τῆς νυκτός’. τούτοις συμφωνοῦσιν ἐν τοῖς ψαλμοῖς οἱ ἑβδομήκοντα· ‘τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός’. ὁμοίως οὖν ἐνταῦθα καὶ τὸ παρὰ τοῖς ἑβδομήκοντα ἀκουσόμεθα τό ‘εἰς ἀρχὰς τῆς ἡμέρας’ καὶ τό ‘εἰς ἀρχὰς τῆς νυκτός’ τουτέστιν εἰς τὸ ἐξουσιάζειν τὸν μὲν ἥλιον τῆς ἡμέρας, τὴν δὲ σελήνην τῆς νυκτός. τούτοις καὶ ὁ Σύμμαχος συμφωνεῖ· ‘τὸν φωστῆρα τὸν μείζω εἰς τὸ ἡγεῖσθαι τῆς ἡμέρας, τὸν δὲ φωστῆρα τὸν ἐλάσσω

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
