# De opificio mundi 197

Joannes Philoponus, De opificio mundi, Page 197. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/197

ἄρτι γενομένου τὸ θέμα παιδός, οἷον τίς τῶν ἀστέρων ὁ ὡροσκοπῶν αὐτοῦ τὴν γένεσιν, ἢ τίς τὸν δυτικὸν εἶχεν ὁρίζοντα, τίς τὸ μεσουρανοῦν ὑπὲρ γῆν τε καὶ ὑπὸ γῆν, καὶ ποῖον τῶν ἐν τῷ ζῳδιακῷ σημείων τῶν πλανωμένων ἕκαστος εἶχε, τούς τε πρὸς ἀλλήλους αὐτῶν σχηματισμούς, καὶ ὅσα <ἐν> τούτοις ἕτερα τηρεῖν αὐτοῖς ἔθος, ἐκ τούτων οὐ μόνον τὰ ἐσόμενα τῷ τεχθέντι τότε προλέγουσιν, ἀλλὰ καὶ τοὺς βίους τῶν ἤδη προγενομένων αὐτῷ γονέων καί, εἰ τεθνηκότες ὡς εἰκὸς εἶεν, λέγειν πειρῶνται, ποῖον ἔσχε βίον ὁ τούτου πατήρ, πότερα στρατιωτικὸν ἐμπορικὸν ἀπράγμονα λογικὸν ἱερατικόν, ποῖός τε τὴν περιουσίαν ἦν, τὰ ἤθη τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ πόσον ἐβίω χρόνον, εἰ τεθνηκὼς ἔτυχεν ἤδη ἢ ἔτι βιώσεται. τὰ αὐτὰ καὶ περὶ μητρὸς καὶ ἀδελφῶν, εἰ προϋπάρχοιεν τῷ τεχθέντι. ὅτε οὖν’ φησί ‘ταῦτα λέγουσιν αὐτοῖς ἀληθεύειν δώσομεν, δῆλόν ἐστιν, ὅτι ὁ εὑρεθεὶς ἐπὶ τῇ γενέσει τοῦ παιδὸς τῶν ἄστρων σχηματισμὸς οὐκ ἦν τῶν προγενομένων ποιητικός, σημαντικὸς δὲ μόνον· οὐκοῦν καὶ τῶν ἐσομένων τῷ παιδὶ σημαντικὸς οὐ ποιητικὸς ὑπάρχει. ἀδύνατον γὰρ ἕνα καὶ τὸν αὐτὸν τὰ μὲν σημαίνειν τε καὶ ποιεῖν, τὰ δὲ μόνον σημαίνειν καὶ μὴ ποιεῖν. καὶ τοῦτο ἐφ' ἑκάστου τῶν γιγνομένων ἐστίν. εἰ οὖν πάντες εἰσὶ τῶν προϋπαρξάντων σημαντικοὶ καὶ τῶν ἐσομένων ἄρα πάντες εἶεν ἂν σημαντικοί, δραστήριος δὲ τούτων οὐδείς’. τοσαῦτα μὲν οὖν ἐκεῖνος.

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
