# De opificio mundi 200

Joannes Philoponus, De opificio mundi, Page 200. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/200

Ἀλλ' οὐκ ἂν οἱ θεοὶ τῆς ὥρας τὴν ἄγνοιαν δικαίως ἂν αἰτιάσαιντο· διὸ Πορφύριος ὁ περὶ πᾶσαν ἀγυρτίαν ἐσπουδακὼς ἐν τῷ δευτέρῳ λόγῳ τοῦ περὶ τῆς ἐκ λογίων φιλοσοφίας συντάγματος ἐμφαίνειν μὲν ἐν τοῖς χρησμοῖς φησι τοὺς θεούς, ὅτι ὅσα ἂν τοῖς ἀνθρώποις προλέγωσι, τὴν τῆς γενέσεως γιγνώσκοντες σύστασιν λέγουσιν, ὡς εἶναι αὐτοὺς ἄκρους γενεθλιαλόγους· εἶτα βλέπων πολλὴν καὶ παρ' ἀνθρώποις ἀποτυχίαν αὐτῆς καὶ ἐν θεοῖς οὖσαν τὴν ἀκριβῆ τῆς φορᾶς τῶν ἄστρων γνῶσιν καὶ τὰς ἐκ τούτων συμβάσεις ἀκαταλήπτους οὐ μόνον ἀνθρώποις εἶναί φησιν ἀλλὰ καὶ δαιμόνων τισὶ καὶ θεῶν, μᾶλλον δὲ πᾶσιν ἁπλῶς, ὡς διεξιὼν ταῦτα δείκνυσι, καὶ τὴν αἰτίαν εἴρηκε τούτου· ‘πᾶν γάρ’ φησί ‘τὸ κατιὸν εἰς γῆν, ὅτε κάτεισι ὑποπίπτει τῇ φορᾷ τῶν κρατούντων θεῶν, τουτέστι τῇ κινήσει τῶν ἄστρων, ὥστε καὶ αὐτοὺς τοὺς κατιόντας θεοὺς ὑπὸ τὰς μοίρας εἶναι· κατίασι δὲ καὶ κάτω χρησμῳδοῦσιν ἅπαντες, ὅπου καὶ τὰ χρηστήρια αὐτῶν ἵδρυται καὶ τὰ ἀγάλματα. οὗτοι δέ εἰσιν οἱ ἀπὸ Κρόνου καὶ Ῥέας καὶ οἱ ἐξ αὐτῶν ἅπαντες’. τούτοις οὖν ἅπασιν ὡς καὶ τοῖς ἀνθρώποις τήν τε πρακτικὴν θεοσοφίαν—οὕτω τὴν μαγείαν καλῶν—χαλεπὴν εἰς ἐγχείρησιν εἶναί φησι καὶ τὴν φορὰν τὴν ἀκριβῆ τῶν ἄστρων καὶ τὰς ἐκ τούτων συμβάσεις ἀκαταλήπτους, διὸ καὶ ψεύδεσθαι περὶ πολλῶν ἐρωτηθέντας καὶ πολλὰ τούτων εἰς πίστιν ἐκ τῶν χρησμῶν παρατίθεται λόγια.

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
