# De opificio mundi 203

Joannes Philoponus, De opificio mundi, Page 203. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/203

Ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀίδαο πύλῃσι Ὅς χ' ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. καὶ τὸ περὶ Μενελάου λεχθέν· Ψεῦδος δ' οὐκ ἐρέει, μάλα γὰρ πεπνυμένος ἐστί. ψευδόμενοι ἄρα οἱ θεοὶ οὔτε πεπνυμένοι εἰσὶ καὶ ἐχθροὶ τῷ ὄντως θεῷ καὶ ἀληθείᾳ καὶ τοῖς αὐτῇ χαίρουσιν ἀνθρώποις. ἀλλὰ καὶ Πίνδαρος τῆς ἀρετῆς ἀρχὴν εἶναί φησι τὴν ἀλήθειαν οὕτω λέγων· Ἀρχὰ μεγάλας ἀρετᾶς, ὤνασσ' Ἀλάθεια· Μὴ πταίσῃς ἐμὰν σύνθεσιν τραχεῖ ποτὶ ψεύδει. ὁρῶμεν γὰρ τοὺς ἐπ' ἀρετὴν ὁρμῶντας ἐξ αὐτῆς ἀρχομένους σχεδὸν ἅπαντας. τοῦτο γοῦν καὶ ἐν ψαλμοῖς ὁ προφήτης ἐδήλωσεν, ἐν οἷς φησιν· ‘εἶπα, φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου· ἐθέμην τῷ στόματί μου φυλακήν’· οὐδ' ἀρετῆς ἄρα ἴχνους οἱ παρ' Ἕλλησι τιμώμενοι δαίμονες ἥψαντο· ‘πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια’ φησὶ τὸ λόγιον, ἀπολεῖν τε τὸν θεὸν ἠπείλησε πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Θεωρείτωσαν οὖν οἱ μέχρι νῦν ὑπ' αὐτῶν ἀπατώμενοι, τίνες τε ἦσαν οἱ τῶν μαντείων προεστηκότες

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
