# De opificio mundi 206

Joannes Philoponus, De opificio mundi, Page 206. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/206

πρώτη μὲν ἡ τῶν ἐνύδρων τε καὶ ἀερίων παραδίδοται γένεσις, μετ' ἐκείνην δὲ ἡ τῶν χερσαίων τῶν ἐν τῷ πυθμένι τοῦ παντὸς διαιτωμένων, τῇ γῇ. τί οὖν πρὸς ταῦτά φαμεν; Τῶν ἐν τοῖς ὑπὸ σελήνην σωμάτων τὰ μέν ἐστιν ἔμψυχα, τὰ δὲ ἄψυχα· καὶ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα· τὰ μὲν οὖν ἁπλᾶ, τὰ στοιχεῖά φημι, ὡς ἀρχαὶ πάντων πρῶτα τῶν συνθέτων γέγονεν, ἐμψύχων τε καὶ ἀψύχων· οὐδὲν δὲ τῶν ἁπλῶν ἐστιν ἔμψυχον, οὐδὲ τὰ στοιχεῖα ἄρα· καὶ τοῦτο ὑπ' αὐτῆς διδασκόμεθα τῆς αἰσθήσεως· πᾶν γὰρ ἔμψυχον τρισὶ τούτοις γνωρίζεται· τῷ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ὅμοιον ἑαυτῷ· διὸ καὶ τὰ φυτὰ τούτων μετέχοντα ζῆν τε καὶ τεθνάναι λέγεται καὶ ψυχὴν ἔχειν τὴν φυτικήν· ὧν οὐδὲν ἐν τοῖς στοιχείοις ὁρῶντες ἄψυχα εἶναι ταῦτα φαμὲν εἰκότως. εἰ δέ τις τῇ αἰσθήσει μαχόμενος ἔμψυχα καὶ ταῦτα εἶναι λέγοι, περιφρονητέος εὐλόγως· οὐδὲ γὰρ τῷ λέγοντι μὴ καίειν τὸ πῦρ ἀποκριτέον, ἀλλ' αὐτὸ προσακτέον τὸ πῦρ. καὶ ἄλλως· ὀργανικὰ τὰ σώματα τῶν ἐμψύχων ἐστίν· οὐδὲν δὲ τῶν στοιχείων ὀργανικόν, οὐκοῦν οὐδὲ ἔμψυχον. Σκόπει οὖν πῶς ἐν τάξει φυσικῇ πάντα ὑπέστη τὰ γενόμενα καὶ ὡς ἀπὸ τῶν ἀτελεστέρων ἡ δημιουργία διά τινων μέσων προῆλθεν ἐπὶ τὰ τελειότατα· μετὰ γὰρ τὴν γένεσιν τῶν στοιχείων πρῶτα τὰ φυτὰ βλαστῆσαι τὴν γῆν ὁ θεὸς κελεύει, ἔσχατον εἶδος ἔχοντα ζωῆς· τὸ θρεπτικὸν καὶ αὐξητικὸν καὶ γεννητικόν· καὶ αὐτὰ γὰρ ζῆν τε καὶ τεθνάναι λέγεται καὶ διὰ τοῦτο νόσου τε καὶ ὑγιείας ἥβης τε καὶ γήρους ἐστὶ δεκτικὰ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
