# De opificio mundi 210

Joannes Philoponus, De opificio mundi, Page 210. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/210

νει ψυχῆς καὶ τέλειος ἀποκυΐσκεται ἄνθρωπος. καὶ τοῦτο ἡμῖν ἐν ἑτέροις ἰδίας ἔτυχεν ἐξετάσεώς τε καὶ ἀποδείξεως, ὅτι τὴν λογικὴν ἐν τῇ μήτρᾳ ψυχὴν τὸ ἔμβρυον δέχεται· καὶ ἐξ αὐτῶν δὲ τῶν ἤδη τελείων ἔστι τοῦτο ἰδεῖν· ὅσα μὲν γὰρ τὰς κρείττονας ἔχει δυνάμεις, ὡς ὁ ἄνθρωπος τὴν λογικήν, ὑπηρετούσας ἔχει τὰς ἐλάττους τὴν ἄλογόν τε καὶ τὴν φυτικήν, ὡς καὶ τὰ λοιπὰ ζῷα μετὰ τῆς ἀλόγου καὶ τὴν φυτικὴν ἔχει· τὰ δὲ τὰς χείρονας ἔχοντα οὐ πάντως ἔχει καὶ τὰς κρείττους· οὔτε γὰρ τὰ φυτὰ τὴν ἄλογον οὔτε τὰ ἄλογα τὴν λογικήν. κατὰ ταύτην ἄρα τὴν φυσικὴν καὶ ἀναγκαίαν τάξιν μετὰ τὴν τῶν στοιχείων γένεσιν τῶν ἐμψύχων τὰ φυτὰ μὲν δεύτερον, τὰ ζῷα δὲ γέγονε τρίτον, καὶ ταῦτα πάλιν κατὰ τὴν εἰρημένην ἀκολουθίαν· καὶ πάντων ἔσχατος ὁ ἄνθρωπος γίνεται πάσας ἐν ἑαυτῷ περιειληφὼς γενικώτερον τὰς ζωτικὰς δυνάμεις. τούτων εἰρημένων ἐπὶ τὴν ἐξέτασιν τῆς λέξεως ἔλθωμεν. βʹ. Ὅτι ἐν τῷ ‘ἐξαγαγέτω τὰ ὕδατα’ τοῖς ὕδασι καὶ τὸν ἀέρα συμπεριείληφε διὰ τὴν τῶν δύο τούτων στοιχείων συγγένειαν. Τί δήποτε τοῖς ὕδασιν ἐξαγαγεῖν κελεύει θεὸς οὐ τὰ νηκτὰ μόνον, ἀλλὰ καὶ τὰ πτηνά; εἰ γὰρ καί τινα τούτων ἔφυδρον ἔχει βίον τὴν τροφὴν ἐκεῖθεν ἀγρεύοντα, λάροι καὶ ἀλκυόνες αἴθυιαί τε καὶ ἁλιαίετοι καὶ κέπφοι νῆσσαί τε καὶ τὰ ἑλειονόμα πάντα, ἀλλ' οὐχ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
