# De opificio mundi 214

Joannes Philoponus, De opificio mundi, Page 214. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/214

τῷ ἀέρι δοῦναι τὴν γένεσιν—οὐδὲ γὰρ ἔγνωστο τοὔνομα τοῦτο τῇ διαλέκτῳ τῶν Ἑβραίων κατὰ τοὺς ἐκείνου χρόνους ὡς ἔοικεν—ἐλείπετο δὲ τὸ ὕδωρ καὶ ἡ γῆ, ἐκοινώνει δὲ κατὰ τὸ πλεῖστον τὰ πτηνὰ τοῖς νηκτοῖς μᾶλλον ἢ τοῖς πεζοῖς ἐν τοῖς προσοῦσιν αὐτοῖς ἰδιώμασιν, ἀναγκαίως ἄρα Μωϋσῆς καὶ τῇ φύσει αὐτῶν συμφώνως ἐκ τῶν ὑδάτων αὐτοῖς τε καὶ τοῖς νηκτοῖς ὁμοῦ παρέσχε τὴν γένεσιν, τοῖς ὕδασι συμπεριλαβὼν καὶ τὸν ἀέρα. Δῆλον δὲ ὅτι κατὰ τὴν σύνθεσιν τοῦ σώματος πάντα μετέχει γῆς, εἴγε πᾶν σύνθετον ἐκ τῶν τεσσάρων συνέστηκε, καὶ πλείονος τῶν ἄλλων μετέχει γῆς τε καὶ ὕδατος· διὸ πάντα ἐστὶ βαρέα, μᾶλλον δὲ τὰ χερσαῖα τῶν πτηνῶν· ξηρότερα γὰρ ὡς πλείονος μετέχοντα γῆς καὶ διὰ τοῦτο παχύχυμα· τῶν δὲ πτηνῶν ἰχθύες ὑγρότεροι ὡς πολλοῦ μετέχοντες ὕδατος, ὡς καὶ τῶν χερσαίων οἱ ὄρνεις. ἀλλ' οὐδὲ τὰ ἔνυδρα ἐν μόνοις ὑπολείπεται ἀεὶ τοῖς ὕδασιν, ἀλλὰ καὶ ἐν πέτραις ἐρείδεται καὶ ψάμμοις καὶ πηλοῖς βρύοις τε καὶ τῇ ὑποκειμένῃ τοῖς ὕδασι γῇ. εʹ. Ὅτι διὰ τὸ θεῖον πρόσταγμα μέχρι νῦν καὶ χωρὶς τῆς ἐξ ἑτέρων γονῆς τὸ νηκτὸν γένος ὑπὸ τῶν ὑδάτων ἐξάγεται καὶ ἐπὶ τῆς γῆς ὁμοίως. ‘Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν’· τοὺς τόπους, ἐν οἷς διαιτῶνται, διὰ τούτου δηλοῖ ὡς καὶ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
