# De opificio mundi 215

Joannes Philoponus, De opificio mundi, Page 215. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/215

ἐπὶ τῶν χερσαίων· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν’. ἐξ οὗ δὲ τὸ θεῖον τοῦτο προῆλθε πρόσταγμα, γόνιμος ἡ τῶν ὑδάτων γέγονε φύσις καὶ οὐ διέλειπεν οὐδὲ διαλείψει ποτὲ καὶ χωρὶς τῆς ἐξ ἑτέρων γονῆς τὸ νηκτὸν ἐξάγουσα γένος. δείκνυσι τὰ μυρία τῆς ἀφύης γένη καὶ τὰ ἐν τέλμασι γινόμενα καὶ τὰ ἐκ σήψεως ἅπαντα· οἵας εἶναί τινες καὶ τὰς ἐγχέλεις φασὶ καὶ τοὺς γόγγρους· τινὲς δὲ περιπλεκομένας ἀλλήλαις καὶ προστριβομένας τῇ πολλῇ κινήσει τὰς ἐγχέλυας ἰχῶρας ἐκ τῶν σωμάτων ἀποπέμπειν, οὓς τὴν ἰλὺν δεχομένην σπέρματος λόγον ἔχοντας τὰς ἐγχέλυς ζῳογονεῖν ὄστρεά τε καὶ ἐχίνους καὶ τῶν ὀστρακοδέρμων πολλά· καὶ ἐν πολλαῖς δὲ ὑδάτων συστάσεσιν οὔπω πρότερον οὔσαις γεννῶνται ἰχθύες, εἰ τῆς ἐξ ἡλίου τύχωσιν ἀλέας, καὶ ἐν πηγαῖς ὁμοίως. Οἶδα δὲ ἐγὼ καί τι τοιοῦτο γενόμενον παρ' ἡμῖν. ἐλλειπής ποτε τοῦ Νείλου γέγονεν ἡ ἐπίβασις, καὶ τῆς λίμνης τῆς καλουμένης Μαρίας βάθος οὐκ ἐχούσης πολὺ διὰ τὴν τοῦ ὕδατος ἔνδειαν ἄπειρον ἰχθύων ἠγρεύετο πλῆθος, ὡς προϊοῦσαν αὐτῶν λοιπὸν ἐλλειπεστέραν γενέσθαι τὴν ἄγραν· τοῦ καιροῦ δὲ πάλιν τῆς ἐπιβάσεως φθάσαντος, δαψιλὲς ἄγαν τὸ ὕδωρ ἐπέβαινεν. καὶ τοσαύτη γέγονεν ἀλαβήτων μάλιστα γονή, ὡς μὴ ἀντισχεῖν ἔτι πρὸς τὴν ἄγραν τοὺς ἁλιεύοντας· ἰσομεγέθεις τε σχεδὸν ὑπῆρχον ἅπαντες ἤγουν οἱ πλεῖστοι. καὶ τὸ παράδοξον ἐν τοῖς καταστρώμασι τῶν σκαφῶν γονὴ λεπτοτάτη τῶν ἰχθύων τούτων ηὑρίσκετο

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
