# De opificio mundi 217

Joannes Philoponus, De opificio mundi, Page 217. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/217

ϛʹ. Τίνα ἐστὶ τὰ ἑρπετά, καὶ διὰ τί οὕτως κέκληται. Ἑρπετὰ δὲ καλεῖται κυρίως τὰ μὴ ποσὶ τῆς γῆς ἐπιβαίνοντα ἀλλ' ὅλα ἐπιπεπτωκότα τῇ γῇ· ἔρα γὰρ ἡ γῆ παρ' Ἕλλησι κέκληται, ἐξ οὗ καὶ τὸ ἔραζε γέγονεν ἐπίρρημα, ἐραπετά τινα ὄντα εἰς τὴν ἔραν πεπτωκότα. οὔτε δὲ οἱ ἰχθύες ποσὶν ἐν τοῖς ὕδασι κινοῦνται οὔτε τὰ πτηνὰ ἐν ἀέρι, ἀλλ' ὅλην ἐπιθέντες οἱ μὲν τοῖς ὕδασιν, οἱ δὲ τῷ ἀέρι τὴν γαστέρα, τοῖς πτεροῖς ὡς κώπαις τῷ ὑποκειμένῳ στοιχείῳ ἐρειδόμενοι τὸ ἴδιον ἐπωθοῦσιν ἐν τῷ ἀέρι καὶ ἐν τῷ ὕδατι σῶμα τοῖς οὐραίοις τὴν κίνησιν αὐτοῦ πηδαλίου δίκην ἰθύνοντα. ἀλλ' ἡ γραφὴ διαστέλλουσα ἑρπετὰ μὲν τοὺς ἰχθύας, πτηνὰ δὲ ὠνόμασεν τὰ ἀέρια· ἡ δὲ διαφορὰ τῶν ὀνομάτων ἄλλη ἐξ ἄλλου τῶν προσόντων αὐτοῖς ἐγένετο. ἀπὸ μὲν τοῦ εἴδους τῆς κινήσεως τὰ μὲν καλεῖται νηκτά, τὰ δὲ πεζά, τὰ δὲ πτηνά, ἀπὸ δὲ τῶν τόπων ἐν οἷς διάγουσι τὰ μὲν ἔνυδρα, τὰ δὲ χθόνια, τὰ δὲ ἀέρια. ἐκ δὲ τῶν ἀπηριθμημένων ἰδιωμάτων, ἐν οἷς τὰ νηκτὰ καὶ πτηνὰ κεκοινωνήκασιν ἀλλήλοις, κοινὴν αὐτῶν καὶ τὴν γένεσιν πεφυσιολόγηκε Μωϋσῆς. ‘Καὶ πετηνὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ’. Τινὲς οὐρανὸν ἐνταῦθα τὸν ὑπὸ τὰ νέφη ἀέρα ἤκουσαν· περὶ τοῦτον γὰρ ἵπτανται· καὶ τοῦτο δῆλον ἐποίησεν εἰπών· ‘ἐπὶ τῆς γῆς’· ἐπίκειται γὰρ τῇ γῇ ὁ ὑπὸ τὰ νέφη ἀήρ, ἐν ᾧ τῶν ὀρνέων ἡ πτῆσις γίνεται·

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
