# De opificio mundi 219

Joannes Philoponus, De opificio mundi, Page 219. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/219

ἐπὶ πρόσωπόν μου κινεῖται· πρόσωπον δέ ἐστι τοῦ οὐρανοῦ ἡ κοίλη καὶ πρὸς ἡμᾶς ὁρῶσα αὐτοῦ ἐπιφάνεια. οὕτως οὖν καὶ τὸ τῶν ἑβδομήκοντα ‘κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ’ νοητέον· τουτέστιν κατεναντίον τοῦ οὐρανοῦ· τὰ γὰρ κάτωθεν τῆς πτήσεως ἀρχόμενα ὡς πρὸς αὐτὸν φέρεται τὸν οὐρανόν. καὶ οὕτως οὐδὲν ἐν τούτοις δύσκολον ἢ ζητήσεως ἄξιον. τὸ δὲ ‘ἐξερψάτω’ ὡς πρὸς τὸ ὄνομα τῶν ἑρπετῶν καὶ τὴν κίνησιν αὐτῶν ἐπιτήδειον. ‘καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγεν τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετηνὸν πτερωτὸν κατὰ γένος’. ηʹ. Ὅτι ἀκολουθότερα πρὸς διάνοιαν τὰ τῆς ἐπαναλήψεως καὶ τὰ Συμμάχου καὶ τὰ Θεοδοτίωνος· καὶ ὅτι ἐντεῦθεν δείκνυνται θνηταὶ τῶν ἀλόγων αἱ ψυχαὶ καὶ πρὸς ἀντιδιαστολὴν τούτων αἱ τῶν ἀνθρώπων ἀθάνατοι. Τὸ μὲν πρόσταγμά φησιν· ‘ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν’, νυνὶ δὲ ἡ ἐπανάληψις· ‘καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν’· ὅπερ ἀκολουθότερόν ἐστι τοῦ προτέρου πρὸς διάνοιαν· τὸ μὲν γὰρ ψυχὴν ζῴων ἀκόλουθον, τὸ δὲ ἑρπετὰ ψυχῶν οὐ πάνυ. συμφωνοῦσι δὲ τῇ ἐπαναλήψει Θεοδοτίων καὶ Σύμμαχος· ὁ μὲν γάρ· ‘καὶ εἶπεν ὁ θεός· ἐξερψάτωσαν τὰ ὕδατα ἑρπετά, ψυχὰς ζώσας’ κατ' εὐθεῖαν ἀμφότερα, ἵνα ᾖ ὥσπερ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
