# De opificio mundi 222

Joannes Philoponus, De opificio mundi, Page 222. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/222

τελευτᾷ· τὰ μὲν γὰρ ὑπὸ φύσεως γινόμενα ἐν διαστάσει χρονικῇ γίνεταί τε καὶ φθείρεται· ἡ γὰρ ἄλλου γένεσις ἄλλου ἐστὶ φθορά· εἴ τι δὲ παρατάσεως οὐ δεῖται πρὸς τὸ ποιεῖν, ὡς ὁ ἥλιος τὸ ἐν ἀέρι φῶς, τοῦτο οὐδὲ εἰς τὸ φθείρειν τὸ γενόμενον δεήσεται παρατάσεως· τοιαῦται δέ εἰσι καὶ αἱ τῶν ὄψεων ἀντιλήψεις. εἰ οὖν πᾶν ἀμέσως ὑπὸ θεοῦ γινόμενον ἀχρόνως γίνεται, εἴ τι ἄρα τούτων φθείρεσθαι βούλοιτο, τούτῳ καὶ τὴν φθορὰν ἀχρόνως ἐπάξει· ἡμῖν μὲν οὖν τοῖς ἀρχὴν ἔχειν τὸν κόσμον ἐθέλουσι, θείοις λογίοις πεπιστευκόσι καὶ δεδειχόσι αὐτό γε τοῦτο ἐν ἑτέροις, ταῦτα λέγειν ἀκόλουθον· τοῖς δὲ ἄναρχον αὐτὸν ὑποτιθεμένοις κινδυνεύσει τὸ μηδὲ δημιουργὸν αὐτοῦ λέγειν τὸν θεόν—πῶς γὰρ τοῦ ἀεὶ ὄντος ὡσαύτως εἴη ἂν δημιουργός; —εἰ καὶ τοῦτο λέγειν οὐ τολμῶσιν οἱ εὐλαβέστεροι τὰς κοινὰς τῶν ἀνθρώπων δόξας αἰδούμενοι. ιʹ. Διὰ τί μηδὲ τοῖς φυτοῖς εἴρηται τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε’ καθάπερ τοῖς ζῴοις· καὶ τί ἐστι τό ‘εἰς ψυχὴν ζῶσαν’. Διὰ τί μὲν οὖν τοῖς οὐρανίοις τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε’ οὐκ εἴρηται, δῆλον· τῶν δὲ ὑπὸ σελήνην πάντων γινομένων καὶ φθειρομένων καὶ ἐξ ἀλλήλων ἐχόντων τὴν γένεσιν τοῖς μὲν ζῴοις εἴρηται τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε’, τοῖς δὲ φυτοῖς οὐκέτι— καίτοι καὶ αὐτὰ τοῦ ὁμοίου ἐστὶ γεννητικά—ἐπειδὴ τὰ μέν—ζῷά φημι—κατ' ὄρεξιν οἰκείαν ἐπὶ τὴν μῖξιν ἐγείρεται, διὸ καὶ κωλῦσαι τὴν μῖξιν ἐνδέχεται

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
