# De opificio mundi 225

Joannes Philoponus, De opificio mundi, Page 225. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/225

ἐν τῷ ἀδιαπλάστῳ σώματι ἡ ψυχή. οὕτως μὲν οὖν ἐν τῇ φυσικῇ γενέσει· ἐπὶ δὲ τοῦ θείου προστάγματος ἅμα τέλειον εὐθὺς ἀχρόνως ἕκαστον ὑπέστη, εἰ καὶ ἀπὸ τοῦ κυριωτέρου μέρους τῆς ψυχῆς τὸ ὅλον ζῷον ὠνόμασε· καὶ τό ‘ζῶσαν’ δέ μοι τοῦτο σημαίνειν δοκεῖ· τὸ γὰρ ζῶν σύνθετόν ἐστι ζῷον ἐκ ζωῆς καὶ τοῦ ζῶντος· ζῇ μὲν γὰρ τὸ σῶμα, ζωὴ δὲ αὐτοῦ ἐστιν ἡ ψυχή, ἤγουν ἡ ἀπὸ ταύτης ἐγγινομένη αὐτῷ ἐμψυχία. σαφῶς δὲ τοῦτο καὶ δι' ὧν ἐπήγαγε δῆλον ἐποίησε Μωϋσῆς· ἑρμηνεύων γὰρ τό· ‘ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν’ τετράποδά φησι καὶ θηρία καὶ ἑρπετὰ καὶ κτήνη· ταῦτα δὲ οὐ ψυχαί, ἀλλὰ τὰ ἐκ ψυχῆς καὶ σώματος ζῷα. καλῶς ἄρα εἶπον, ὅτι ἀπὸ τοῦ κυριωτέρου μέρους τῆς ψυχῆς τὸ ὅλον ἐδήλωσε ζῷον. ιβʹ. Τίνα ἐστὶ τὰ θηρία καὶ τίνα τὰ κτήνη· καὶ ὅτι κοινῶς ἔσθ' ὅτε τὰ ἄλογα πάντα θηρία καλοῦσιν οἱ παλαιοί. Θηρία μὲν οὖν ἐστι τὰ σαρκοφάγα καὶ ἀπηγριωμένα καὶ κατὰ τὸ πλεῖστον ἀκοινώνητα οὐ τοῖς ἑτερογενέσι μόνον, ἀλλὰ καὶ τοῖς ὁμοειδέσι πολλάκις, κτήνη δὲ τὰ εἰς ἡμετέραν ἐπιτήδεια κτῆσιν, ὅσα καὶ περιουσίας ἡμῖν ὑπάρχει ποιητικά· οἷος ἦν καὶ ὁ Ἰακὼβ μετὰ τῶν παίδων κτηνοτροφῶν, ἐν ἀγέλαις προβάτων καὶ αἰγῶν ἵππων τε καὶ ὄνων καὶ καμήλων καὶ βοῶν ἐνασχολούμενος καὶ ἐμπορίαν αὐτὰ τοῦ βίου ἔχων· τὰ μὲν γὰρ εἰς τροφὴν ἀνθρώπων ἐστὶν ἐπιτήδεια, τὰ δὲ εἰς ἐπικουφισμὸν μόχθων αὐτοῖς συνεργεῖ. πάντα δέ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
