# De opificio mundi 23

Joannes Philoponus, De opificio mundi, Page 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/23

κεινται διδάσκουσιν αἱ γραφαί. οὐδὲ γὰρ εἰ ἐν μορφαῖς ἀνθρώπων πολλάκις ἄγγελοι χρηματίζουσιν, ἤδη διὰ τοῦτο καὶ σώμασι πάντως ὀργάνοις χρῶνται, ἐπεὶ καὶ ἐν ἐσθῆτι λευκῇ ὤφθησαν ἠμφιεσμένοι· περίθες οὖν αὐτοῖς εἰ βούλει καὶ ἐσθῆτα λευκήν. ἀλλὰ καὶ αὐτὸς ὁ θεὸς ἐν ἀνθρωπίνῃ μορφῇ τῷ Ἀβραὰμ ὤφθη καὶ τῷ Ἰακὼβ καὶ Δανιὴλ καὶ ἑτέροις. διὰ τοῦτο οὖν κατὰ σὲ καὶ ἀνθρωπόμορφος ὁ θεὸς ἔστω καὶ οὐχ οἱ ἄγγελοι μόνον· καὶ σῶμα περίθες αὐτῷ καὶ σχῆμα καὶ μέγεθος· καὶ ἐν ἄλλων δὲ ζῴων μορφαῖς τοῖς προφήταις ὀπτασίαι γεγόνασι θεοῦ. ἴσμεν δὲ ὅπως καὶ τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ ὑπογράφουσιν· ἀλλ' οὐδεὶς ἐντεῦθεν λογισμοῦ μετέχων σωματικόν τι τοιοῦτον ἢ περὶ θεοῦ ἢ περὶ αὐτῶν ὑποπτεύσειεν· οὐδὲ ὀργανικῷ ἄρα συνήρτηνται σώματι. εἰ οὖν παντελῶς εἰσιν ἀσώματοι, οὐδ' ἄρα τοῖς σώμασι συνυπέστησαν, ὅτε οὐδὲ τῶν ἐμψύχων οὐδὲν οὐρανῷ καὶ γῇ συνυπέστη. ιʹ. Ὅτι οὐ συνυπέστησαν τοῖς σώμασιν οἱ ἄγγελοι οὐδ' ἡ τῶν ἀνθρώπων ψυχὴ τῷ ἰδίῳ σώματι. Τοῦτο δὲ μάθοις ἂν καὶ ἐξ ἀκολουθίας τῶν θεοπνεύστων λογίων· μετὰ τὴν τοῦ παντὸς κόσμου γένεσιν ὕστερον τὸν ἄνθρωπον δημιουργῶν ὁ θεὸς ἐκ γῆς μὲν τὸ σῶμα τούτου διέπλασεν, ὕδατος δὲ χωρὶς

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
