# De opificio mundi 230

Joannes Philoponus, De opificio mundi, Page 230. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/230

οὑτωσὶ τὸ τοῦ θεοῦ πρόσταγμα προῆλθεν· ‘καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς, γενηθήτω στερέωμα, γενηθήτωσαν φωστῆρες’ καὶ ἐπὶ τῶν λοιπῶν ἁπάντων τὸ παραπλήσιον, καὶ μόνῃ τῇ βουλήσει τὸ ἔργον ἐπηκολούθησεν. ἐπὶ μόνου δὲ τοῦ ἀνθρώπου ὡσπερεὶ κατὰ διάσκεψιν ἡ γένεσις αὐτοῦ προελήλυθεν ἐν τῷ ‘ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν’, τὸ ἐξαίρετον παρὰ τὰ λοιπὰ πάντα τῆς τοῦ ἀνθρώπου φύσεως δηλοῦντος τοῦ λόγου. καίτοι γε πλείστων ὁ ἄνθρωπος ζῴων σμικρός τε μεγέθει καὶ ὀλιγοχρονιώτερος ὑπάρχει· τί γὰρ δεῖ περὶ τῶν οὐρανίων σωμάτων εἰπεῖν τῷ χρόνῳ παντὶ συμπαρατεινομένων; κάλλους δὲ χάριν οὐ τὰ οὐράνια μόνον ἀλλὰ καὶ πολλῶν ζῴων πτερώσεις καὶ ἄνθη μυρία καὶ λίθων εὔχροιαι τὴν ἀνθρωπίνην εὐπρέπειαν παρατρέχουσι. κἀκεῖνα μὲν διὰ τοῦ βάθους ἔχει τὰ πλεῖστα τὸ κάλλος· ἄνθρωποι δὲ μέχρι τῆς ἐπιφανείας καὶ μόνης, εἰ ὅλως ἔστι, διασῴζουσιν· εἰ γὰρ γυμνώσειέ τις τὴν σάρκα τοῦ δέρματος, εἰδεχθὲς ὄψεται καὶ οὐδὲ θεατὸν τὸ λειπόμενον. ῥώμης δὲ ἕνεκα καὶ τὸ λέγειν οἶμαι γέλοιον, ὅσον οὐ μετρίως πολλῶν ζῴων ὁ ἄνθρωπος λείπεται. διὰ τί οὖν ἐπὶ μόνου τούτου τοσαύτη τῆς γενέσεως αὐτοῦ πρόνοια καὶ οἱονεὶ διάσκεψις ὅσον ἐπὶ τῷ σχήματι τοῦ λόγου γίνεται; ἦ δῆλον, ὅτι πρὸς ἔνδειξιν τῆς τοῦ λόγου φύσεως ἐγγιζούσης ὡς εἰπεῖν θεῷ, δι' ὃν καὶ πάντα ἑαυτῷ ποιεῖ τῇ ὑπερβολῇ τῆς συνέσεως ὑποχείρια. τοσαύτη

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
