# De opificio mundi 233

Joannes Philoponus, De opificio mundi, Page 233. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/233

Ἀλλ' οὐδὲ οἱ περὶ τὴν γενεθλιαλογίαν ἐπτοημένοι τὴν τῶν οὐρανίων ψυχὴν τὰ περὶ τοὺς βίους ἡμῶν συμπτώματά φασι ποιεῖν, ἀλλὰ τὴν τῆς γενέσεως καταρχὴν καὶ τὴν κατ' ἐκείνην πρὸς ἄλληλα τῶν πλανωμένων τε καὶ ἀπλανῶν σχέσιν, καὶ τὰ σχήματα τούτων καὶ τὴν ἑκάστου κατά τι τῶν μοιρῶν τοῦ ζῳδιακοῦ θέσιν τό τε ὡροσκοποῦν καὶ δῦνον καὶ μεσουρανοῦν ἐφ' ἑκάτερα· ὅθεν φασίν· Ἢν δ' ὥρη ψεύσηται, <συν>εξώλισθεν ἅπαντα. Εἰ οὖν ἐκ μηδενὸς τῶν εἰρημένων ἔμψυχα τὰ οὐράνια δείκνυται, πολλῷ γε μᾶλλον οὐδ' ὅτι λογικῆς ἢ νοερᾶς μετέχει ψυχῆς, καὶ ἀναπόδεικτος παντελῶς ἡ ὑπόθεσις, ἡ δὲ εὔτακτος αὐτῶν κίνησις θεόθεν αὐτοῖς, οὐκ ἀπὸ ψυχῆς, καὶ πρό γε πάντων, ὅτι μηδέ τι τοιοῦτον περὶ αὐτῶν ὁ μέγας ᾐνίξατο Μωϋσῆς· τολμηρὸν οὖν ὡς ὁμολογούμενον τίθεσθαι, ὃ μήτε λόγος δείκνυσι μήτε θεία γραφὴ τούτῳ μαρτυρεῖ. Κἀντεῦθεν οὖν πάλιν προφανές, ὅτι μηδὲ αἱ τῶν ἀγγέλων λειτουργικαὶ τοῦ θεοῦ δυνάμεις τοῖς πρώτοις συνυπέστησαν σώμασιν, οὐρανῷ καὶ γῇ, καθὰ Θεοδώρῳ δοκεῖ· εἰ γὰρ τὸ τῶν λογικῶν ἔσχατον ὁ ἄνθρωπος, ὁ θανάτῳ λυομένην ἀπὸ τοῦ σώματος ἔχων τὴν ψυχὴν καὶ αὐτὸ τὸ σῶμα φθαρτόν, οὕτω τιμίας τῆς ἐκ τοῦ δημιουργοῦ συστάσεως ἠξιώθη, πῶς τῆς ἐκείνων γενέσεως οὐδὲ ψιλὴν ἤμελλεν ὁ προφήτης ποιεῖσθαι μνή-

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
