# De opificio mundi 235

Joannes Philoponus, De opificio mundi, Page 235. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/235

οὐδεμία μνήμη· οὐδαμοῦ γὰρ ἡ θεία γραφὴ τὴν δημιουργικὴν αὐτοῖς δίδωσι δύναμιν, ἀλλὰ μόνῳ τῷ θεῷ, ὃν καὶ τῶν ἀγγέλων φησὶν ὑπάρχειν δημιουργόν· ‘ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα’. οὐκ ἄρα τό ‘ποιήσωμεν’ οὐδὲ τό ‘κατ' εἰκόνα ἡμετέραν’ τῷ θεῷ τοὺς ἀγγέλους συμπεριείληφεν. Ἀλλ' οὐδέ, ὡς ἕτεροι νενομίκασι, τῇ πληθυντικῇ φωνῇ ἐφ' ἑνὸς ἑαυτοῦ ἐχρήσατο ὁ θεός, ὡς καὶ ἐπ' ἀνθρώπων εἴωθε γίνεσθαι· εἴποι γὰρ ἄν τις ἄρχων· ‘ἡμεῖς σοι κελεύομεν’ ‘ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν’ ἡ Ἀνδρομάχη παρ' Εὐριπίδῃ· οὐ γὰρ ἑτέρωθί που τῆς γραφῆς τοῦτο γιγνόμενον ἴσμεν ἐπὶ θεοῦ, τοὐναντίον δὲ μᾶλλον ἑνικῶς ἀεὶ ὁ θεὸς ὑμνεῖται· ‘κύριος ὁ θεός σου κύριος εἷς ἐστιν’. ‘οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ’. ‘οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός’. ‘σὺ πιστεύεις, ὅτι εἷς ἐστιν ὁ θεός, καλῶς ποιεῖς’. δʹ. Πλείονες ἀποδείξεις, ὅτι τὸ περὶ τῆς ἁγίας τριάδος δόγμα προανεκήρυξε Μωϋσῆς. Λείπεται οὖν τὸν υἱὸν ἐν τούτοις νοεῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὓς καὶ ὁ ψαλμὸς συνδημιουργεῖν τῷ θεῷ καὶ πατρὶ τὸ πᾶν εἴρηκε· ‘τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν’ καὶ πάλιν· ‘καὶ ἐκέκραξαν πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
