# De opificio mundi 238

Joannes Philoponus, De opificio mundi, Page 238. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/238

εʹ. Ὅτι τινὲς ἀσυμφώνως τῷ γράμματι τό ‘κατ' εἰκόνα’ κατὰ τὸν υἱὸν ἐξειλήφασι. Ἐπέστησαν τούτῳ τινές, ὅτι μὴ εἶπεν· ‘ποιήσωμεν ἄνθρωπον εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν’, ἀλλὰ ‘κατ' εἰκόνα’ καί φασιν· εἴπερ εἰκών ἐστι τοῦ θεοῦ καὶ πατρὸς ὁ υἱός, περὶ οὗ καὶ Παῦλος εἶπεν· ‘ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου’ καὶ ὁ κύριος· ‘ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα’· ‘πάντα γὰρ ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστι’—διὸ καὶ λόγος ἐστὶ τοῦ θεοῦ καὶ πατρὸς καὶ ‘μεγάλης βουλῆς ἄγγελος’, τὰ τοῦ πατρὸς ἀόρατα τοῖς ἔξω διηγούμενος· ὡς γὰρ ὁ ἡμέτερος λόγος τῶν ἐν τῷ νῷ τῷ ἡμετέρῳ νοημάτων ἐξαγγελτικός ἐστι, οὕτω καὶ ὁ τοῦ θεοῦ λόγος τῆς μεγάλης βουλῆς τοῦ πατρὸς ἄγγελος ἐκλήθη καὶ τοῦ ἀοράτου θεοῦ εἰκών. διὸ καὶ οὐδεὶς δύναται γνῶναι τὸν πατέρα, εἰ μὴ ὁ υἱὸς αὐτῷ ἀποκαλύψῃ, ὡς οὐδὲ τὰ ἡμέτερα νοήματα γνῶναί τινι δυνατὸν μὴ τοῦ ἡμετέρου λόγου ταῦτα τοῖς ἔξωθεν ἀπαγγέλλοντος—ἐπεὶ οὖν εἰκὼν τοῦ θεοῦ καὶ πατρός ἐστιν ὁ υἱός, κατὰ ταύτην τὴν εἰκόνα καὶ καθ' ὁμοίωσιν αὐτῆς γεγονέναι τὸν ἄνθρωπον νοοῦσιν. Οὐκ ἀπίθανος μὲν οὖν ἡ ἐπίστασις αὐτῶν καὶ ἡ ἐπιβολή, ἀλλ' αἱ τῶν λοιπῶν ἐκδόσεις οὐ πάνυ τούτῳ συμφέρονται· Ἀκύλας· ‘ἐν εἰκόνι ἡμῶν καὶ καθ' ὁμοίωσιν ἡμῶν’· Θεοδοτίων· ‘ἐν εἰκόνι ἡμῶν, ἐν ὁμοιώμασιν ἡμῶν’· Σύμμαχος· ‘ὡς εἰκόνα ἡμῶν καὶ καθ' ὁμοίωσιν

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
