# De opificio mundi 239

Joannes Philoponus, De opificio mundi, Page 239. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/239

ἡμῶν’. καὶ μετὰ τὸν κατακλυσμόν· ‘ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον’· Ἀκύλας οὖν καὶ Θεοδοτίων ‘ἐν εἰκόνι ἡμῶν’ εἰπόντες, ὁ δὲ Σύμμαχος ‘ὡς εἰκόνα ἡμῶν’ οὐ κατὰ τὴν εἰκόνα τοῦ θεοῦ καὶ πατρός, ὅς ἐστιν ὁ υἱὸς εἰκὼν ὑπάρχων τοῦ θεοῦ τοῦ ἀοράτου, ἰδιαίτερον τὸν ἄνθρωπον γεγονέναι φασίν, ἀλλ' αὐτὸ μόνον εἰκόνα θεοῦ γεγονέναι, τουτέστι τῆς ἐν τριάδι μιᾶς θεότητος. ὅθεν καὶ ἐν τῇ ἐπαναλήψει ἀπὸ τοῦ πληθυντικοῦ μετῆλθεν ἐπὶ τὸ ἑνικὸν διὰ τὸ μοναδικὸν τῆς θεότητος· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν’. ϛʹ. Ὅτι οὐδὲ σωματικῶς ἐκληπτέον τό ‘κατ' εἰκόνα’· ἀλλ', ὡς ἐπήγαγε Μωϋσῆς, κατὰ τὸ ἄρχειν ἁπάντων τῶν θνητῶν ζῴων, οὗ δεικτικὸν τὸ θεῖναι τὸν Ἀδὰμ τοῖς χερσαίοις τε καὶ πτηνοῖς τὰ ὀνόματα. Ἐπὶ τούτοις ζητεῖται αὐτὸ τοῦτο τό ‘κατ' εἰκόνα θεοῦ καὶ καθ' ὁμοίωσιν’, τί δηλοῦν ἐθέλει. ὅτι μὲν οὖν οὐ κατὰ τὸ σῶμα ἡ εἰκὼν καὶ ἡ ὁμοίωσις, δῆλον τοῦτο δὴ τὸ καταγέλαστον, ὑπό τινων μὲν ὑποπτευθὲν ἀλογώτατα, ὑπὸ πολλῶν δὲ καλῶς ἐληλεγμένον· ἐσχάτως γὰρ ἀσεβὲς τὸ νομίζειν ἀνθρωπόμορφον εἶναι τὸ θεῖον, ὅτε οὐδὲ ἡ ψυχὴ οὐδ' ἄλλο τι τῶν ἀσωμάτων. πότερον δὲ ἐκ παραλλήλου ταὐτόν ἐστιν ἑκάτερον, ἢ ἄλλο μέν τι τό ‘κατ' εἰκόνα’ δηλοῖ, ἕτερον δὲ τό ‘καθ' ὁμοίωσιν’; Εἰ μὲν οὖν ταὐτὸν ἑκάτερον, ἔοικεν ὁ Μωϋσῆς τοῦ ‘κατ' εἰκόνα’ ὥσπερ ἐξήγησιν ἐπαγαγεῖν τό ‘καθ' ὁμοίω-

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
