# De opificio mundi 241

Joannes Philoponus, De opificio mundi, Page 241. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/241

Οὕτω μὲν οὖν, εἰ ἐκ παραλλήλου νοοῖμεν τό ‘κατ' εἰκόνα’ καὶ τό ‘καθ' ὁμοίωσιν’. ζʹ. Εἰ ἕτερον τό ‘κατ' εἰκόνα’ καὶ ἕτερον τό ‘καθ' ὁμοίωσιν’, τί τούτων ἐστὶν ἑκάτερον. Εἰ δὲ τό ‘καθ' ὁμοίωσιν’ ἰδίαν ἔχει παρὰ τό ‘κατ' εἰκόνα’ σημασίαν, εἴη ἂν τό ‘καθ' ὁμοίωσιν’ ἐκ τῆς κατὰ προαίρεσιν ἡμῶν εὐζωίας καὶ πρὸς θεὸν ὁμοιώσεως εἰρημένον· καὶ γὰρ ὁ κύριος· ‘ἐγὼ δὲ λέγω ὑμῖν· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους’. καὶ πάλιν· ‘γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί’· καὶ πάλιν· ‘ἔσεσθε οὖν ὑμεῖς τέλειοι, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν’· καὶ ὁ ἀπόστολος· ‘μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ’· καὶ ὁ Ἰωάννης· ‘νῦν τέκνα θεοῦ ἐσμεν καὶ οὔπω ἐφανερώθη, τί ἐσόμεθα· οἴδαμεν ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα’. Εἰ δ' οὕτω ταῦτα διοριστέα, δῆλον οἶμαι λοιπὸν ὅτι τὸ μέν ‘κατ' εἰκόνα’ εὐθὺς γενόμενος ὁ ἄνθρωπος εἴληφε, τὸ δὲ ‘καθ' ὁμοίωσιν’ δυνάμει μόνον ἔσχεν εὐθύς, διὰ τὸ τὴν λογικὴν οὐσίαν δεκτικὴν εἶναι τούτου κατ' ἐνέργειαν, ὅτε διὰ γνώσεως ἀληθοῦς καὶ βίου

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
