# De opificio mundi 242

Joannes Philoponus, De opificio mundi, Page 242. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/242

καθαρότητος καὶ τῆς τῶν δεομένων αὐτοῦ προνοίας ἐξωμοιώθη τῷ θεῷ· τοῦτο γάρ ἐστι θεοῦ μίμησις, καὶ τὴν διαστολὴν τούτων καὶ ἐξ αὐτοῦ Μωϋσέως δεῖξαι δυνατόν· ἐν γὰρ τῇ ἐπαναλήψει τοῦ λόγου φησὶν οὕτως· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν’ καὶ τὰ ἐπιφερόμενα τούτοις, τὰ μὲν τῆς εἰκόνος δηλώσας διὰ τοῦ ‘καὶ ἄρχετε τῶν πετηνῶν τοῦ οὐρανοῦ’ καὶ τῶν ἑξῆς, τὸ δέ ‘καθ' ὁμοίωσιν’ σιγήσας, ὅτι τοῦτο τῆς κατὰ προαίρεσιν ἐδεῖτο ζωῆς. Ἐντεῦθεν οἶμαι καὶ τοὺς ἔξω σοφοὺς τὴν φιλοσοφίαν οὕτως ὁρίσασθαι· φιλοσοφία ἐστὶν ὁμοίωσις θεῷ, κατὰ τὸ δυνατὸν ἀνθρώπῳ· ταὐτὸν δὲ τοῦτό ἐστι τὸ καθ' ὁμοίωσιν θεοῦ γενέσθαι τὸν ἄνθρωπον. μήποτε δὲ τοῦτο σημαίνει καὶ ὁ ψάλλων ἐν οἷς φησιν· ‘ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐθὲν ἐνώπιόν σου· πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν’· οὕτω γὰρ τὸ ὠκύμορον τῆς ζωῆς ἡμῶν ἐκτραγῳδήσας, τὸ ἀξίωμα λοιπὸν ἐπάγει τῆς λογικῆς οὐσίας εἰπών· ‘μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος’ ὡς εἰ ἔλεγεν· εἰ καὶ οὕτως ὀλιγοχρόνιός ἐστιν ὁ ἄνθρωπος, ὡς παλαιστὰς ἐοικέναι τῷ μήκει τοὺς χρόνους ἡμῶν τοῦ βίου, καὶ διὰ τοῦτο ματαιότητι αὐτοῦ ἔοικεν ἡ ζωή, τουτέστιν ἴση τῷ μὴ ὄντι—μάταιον γὰρ τὸ μάτην ὄν—, ἀλλ' οὖν εἰκόνα θεοῦ φέρων ἐπὶ τῆς γῆς τὸν βίον τοῦτον διαπορεύεται. Εἰ οὖν ἐπὶ πάντων τῶν ἀνθρώπων ὁ λόγος οὗτος διήκει, δῆλον ὡς οὐ τὴν δι' εὐζωίας πρὸς θεὸν ὁμοίωσιν

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
