# De opificio mundi 245

Joannes Philoponus, De opificio mundi, Page 245. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/245

Χριστοῦ βλασφημίαις ζητῶν τε καὶ ἐπινοῶν, ἄλλως ἐξηγεῖται τό ‘κατ' εἰκόνα’ καὶ τό ‘καθ' ὁμοίωσιν’ ἐν τῷ τετάρτῳ τῶν εἰς τὴν Γένεσιν, ἵνα κατὰ μικρὸν ὑφέρπων κατὰ Χριστοῦ τὴν ἑαυτοῦ γλῶτταν ὡς εἶπον ἐγείρῃ. ‘ὡς γὰρ εἴ τις βασιλεύς’ φησί ‘πόλιν μεγίστην οἰκοδομήσας εἰκόνα ἑαυτοῦ κατασκευάσας ἐν μέσῳ τῆς πόλεως στήσειεν, ὡς ὑπὸ τῶν πολιτῶν ἀντὶ τοῦ βασιλέως τιμᾶσθαι ταύτην, προσκυνεῖσθαι δὲ μᾶλλον, οὕτω καὶ ὁ θεὸς τὸν κόσμον ποιήσας τὸν ἄνθρωπον ἐν τάξει παρήγαγεν εἰκόνος οἰκείας, ὡς ἂν ἅπασα ἡ κτίσις ἐν τῇ τούτου θεραπείᾳ τὴν προσήκουσαν ἀναφέρῃ τιμὴν τῷ θεῷ’· τὴν γὰρ σωματικὴν χρείαν τὴν ἐκ τῶν γεγονότων τῷ ἀνθρώπῳ προσαγομένην ἀπαριθμησάμενος μέχρις αὐτῶν πρόεισι τῶν ἁγίων ἀγγέλων, καὶ αὐτοὺς λέγων ἀντὶ τοῦ θεοῦ θεραπεύειν τὸν ἄνθρωπον, καὶ τὸ τοῦ ἀποστόλου μαρτύρεται τό ‘οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;’ ὡς διὰ τοῦτο γενομένων αὐτῶν, οὐκ ἐννοῶν ὅτι καὶ ὁ δεσπότης ἔφη Χριστός· ‘οὐ γὰρ ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου διακονηθῆναι, ἀλλὰ διακονῆσαι’· ‘ἦλθεν γὰρ ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός’. καὶ οἱ ἄγγελοι τοίνυν οὐχ ὡς ὑποβεβηκότες ἡμῶν, ἀλλὰ τῷ θεῷ λειτουργοῦντες εἰς σωτηρίαν ἡμῶν ἀποστέλλονται· ‘χαρά’ γάρ φησι ‘γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι’· ἄνθρωποι μὲν γὰρ πάντες ἐξέκλιναν θεοῦ καὶ οὐκ ἦν οὐδὲ μέχρις ἑνὸς ὁ ποιῶν χρηστότητα, οἱ δὲ ἅγιοι ἄγγελοι δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ. διὸ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
