# De opificio mundi 246

Joannes Philoponus, De opificio mundi, Page 246. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/246

καὶ ὁ κύριος εὔχεσθαι κελεύει, γενηθῆναι τὸ θέλημα τοῦ θεοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, ὡς τοῦ θείου θελήματος ὑπὸ τῶν ἄνω πληρουμένου δυνάμεων. ἀλλὰ καὶ τοῖς σῳζομένοις μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν ὡς ἀγγέλοις ἐν οὐρανῷ ἔσεσθαι Χριστὸς ἐπηγγείλατο. κἀκεῖνοι μέν ‘διὰ παντός’ φησὶν ὁ κύριος ‘βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς’· οἱ δὲ κατὰ Παῦλον νυνὶ βλέπουσιν ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι, τότε δὲ τοῦ ἀγγελικοῦ τυχόντες ἀξιώματος πρόσωπον πρὸς πρόσωπον· ‘μακάριοι’ γάρ φησιν ‘οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται’. ἀλλὰ Θεόδωρος τὰς λειτουργικὰς τοῦ θεοῦ δυνάμεις, τὰς ἀρχὰς τὰς ἐξουσίας τοὺς θρόνους τὰς κυριότητας τὰ χερουβὶμ τὰ σεραφὶμ ἀντὶ θεοῦ φησιν ὡς εἰκόνα θεοῦ περιέπειν τὸν ἄνθρωπον. Ποία δὲ ἡ παρὰ τῆς ἄλλης κτίσεως τῷ ἀνθρώπῳ προσαγομένη θεραπεία ὡς εἰκόνι θεοῦ, δι' ἧς αὐτὸς ἐν ἐκείνῳ θεραπεύεται ὁ θεός; ἡ τῶν καιρῶν πάντως εὐκρασία καὶ ἡ τῶν στοιχείων πρὸς ἄλληλα συμμετρία, δι' ὧν βλαστάνει τε καὶ εἰς τέλος ἔρχεται τὰ φυόμενα, ἐξ ὧν ἡ τῶν σωμάτων γένεσίς τε καὶ τροφὴ καὶ αὔξησις, ‘ἅ ἐστι πάντα’ κατὰ τὸν Παῦλον ‘εἰς φθορὰν τῇ ἀποχρήσει’. καίτοι γε εἰς τὴν αὐτὴν χρείαν τὰ αὐτὰ καὶ τοῖς ἀλόγοις ζῴοις ὑπηρετεῖ· ‘ἀλλὰ καὶ τούτοις’ φησί ‘δι' ἡμᾶς τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων’. ἀλλ' ὀλίγα

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
