# De opificio mundi 25

Joannes Philoponus, De opificio mundi, Page 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/25

των δὲ ἡ ψυχή, κρείττων ἄρα τῆς τῶν σωμάτων ὑπάρχει φύσεως. εἰ δὲ μὴ σῶμά ἐστιν ἡ ψυχή, ἀσώματος ἂν εἴη πάντως· οὐδὲν γὰρ ἀσωμάτου καὶ σώματός ἐστι μεταξύ· οὐδὲ σῶμα χωρεῖν διὰ σώματος δύναται, ὡς εἶναι τὸ μὲν σῶμα, τὴν δὲ ψυχήν· τί γὰρ τοῦτο μᾶλλον ἢ ἐκεῖνο ψυχή; εἰ δὲ τὸ τῶν λογικῶν ἔσχατον ἡ ἡμετέρα ψυχὴ κρείττονος τῶν σωμάτων καὶ τῆς τῶν ἀλόγων ψυχῶν ἐδείχθη φύσεως μηδὲ συνυποστᾶσα τοῖς σώμασι, πόσῳ μᾶλλον αἱ τῶν ἁγίων ἀγγέλων καὶ ἀρχαγγέλων τάξεις αἱ ἀρχαὶ αἱ ἐξουσίαι αἱ κυριότητες αἱ δυνάμεις οἱ θρόνοι τὰ χερουβὶμ τὰ σεραφὶμ καὶ εἴ τι τῶν θειοτέρων τούτων ταγμάτων ἐστὶν ἕτερον καὶ ἡμῖν ἀκατωνόμαστον, οἱ δυνατοὶ ἰσχύϊ καὶ τὸν λόγον τοῦ θεοῦ ποιοῦντες οἱ διὰ παντὸς βλέποντες τὸ πρόσωπον τοῦ θεοῦ, οὐχὶ πορρωτάτω τῆς σωματικῆς καὶ φθαρτῆς ἁπάσης ὑπερανεστήκασι φύσεως; λίαν οὖν ἄτοπον καὶ ἀδύνατον καὶ τῶν θείων γραφῶν ἀλλότριον τὰς τηλικαύτας δυνάμεις συνυποστῆναι λέγειν τοῖς σώμασιν ὡς ἐκ μιᾶς πάντως καὶ τῆς αὐτῆς ὑπαρχούσας ἐκείνοις οὐσίας, οἷς οὐδὲ ἡ ἡμετέρα συνυπέστη ψυχή. Σκόπει τοίνυν ἐκ πόσων ἡ ὑπερκόσμιος αὐτῶν συνῆκται γένεσις, ἐκ τοῦ μήτε Μωϋσέα μήτε ἄλλην θεόπνευστον γραφὴν ἅμα τῷ κόσμῳ γεγονέναι αὐτοὺς εἰπεῖν, ἐκ τοῦ δεδεῖχθαι μήτε σώματα εἶναι μήτε ὀργανικοῖς συνδεδέσθαι σώμασιν, ὡς τὴν ἡμετέραν ψυ-

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
