# De opificio mundi 254

Joannes Philoponus, De opificio mundi, Page 254. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/254

καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς’. κοινὰ οὖν ἅπαντα δέδωκε τοῖς δύο γένεσιν ὁ θεός· διὸ καὶ αἱ ἀρεταὶ κοιναὶ ἀνδρῶν καὶ γυναικῶν, εἰ καὶ ἰδιαίτερον τό ‘κατ' εἰκόνα’ τοῦ ἀνδρὸς κατηγόρησεν ὁ ἀπόστολος διὰ τὸ μετὰ τὴν ἁμαρτίαν εἰρῆσθαι τῇ γυναικὶ ὑπὸ θεοῦ ‘καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου καὶ αὐτός σου κυριεύσει’· κοινῶς γὰρ εἰρημένου τοῦ ‘καὶ κατακυριεύσατε αὐτῶν’ ἐπιτέταται ὕστερον τὰ τῆς ἀρχῆς καὶ τὰ τῆς ἐξουσίας τῷ ἄρρενι, ὅτι μὴ μόνον τῶν ἄλλων ζῴων ἄρχει πάντων, ἀλλὰ καὶ τῶν ὁμοφύλων τοῦ θήλεος· ‘καὶ αὐτός σου’ γάρ ‘κυριεύσει’ πρὸς τὴν γυναῖκά φησι. διόπερ οὐ μόνον εἰκόνα θεοῦ κατ' ἐξαίρετον, ἀλλὰ καὶ δόξαν εἴρηκεν ὁ Παῦλος τὸν ἄνδρα ὡς κυριεύοντα τῆς τῶν ἄλλων ζῴων κυριευούσης γυναικός· καὶ οὕτω δόξαν μιμεῖται θεοῦ, ἐπεὶ καί ‘θεὸς θεῶν καὶ κύριος τῶν κυριευόντων’ ὁ θεὸς ἐστί τε καὶ ὀνομάζεται. ιγʹ. Ὅτι καὶ αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι καὶ οἱ κοσμοκράτορες καὶ τὰ τοιαῦτα πεπλάνηκε τῇ ὁμωνυμίᾳ Θεόδωρον, <εἰς> τὸ μὴ μόνου τῶν ἐν τῷ κόσμῳ εἶναι τοῦ ἀνθρώπου τὸ ἀρχικόν. ‘Ἀλλὰ καὶ ἀρχάς’ φησὶ Θεόδωρος ‘καὶ ἐξουσίας καὶ κοσμοκράτορας ὁ Παῦλος καλεῖ τὰς ἀποστατικὰς τοῦ θεοῦ δυνάμεις. καὶ ὁ προφήτης ‘τὸν φωστῆρα τὸν μέγαν’, φησίν ‘εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός’. πῶς οὖν

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
