# De opificio mundi 257

Joannes Philoponus, De opificio mundi, Page 257. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/257

Ἀλλὰ καὶ τῶν ἀλόγων πολλά, θαυμάσιε, δημιουργικὴν τῶν οὐκ ὄντων δύναμιν ἔχει, καὶ οὐ μόνος ὁ ἄνθρωπος. τὸ κηρίον ἡ μέλιττα ποικίλως ἐργάζεται δημιουργοῦσα καὶ διακοσμοῦσα καὶ σχηματίζουσα τὸν κηρόν, ὡς οὐκ ἂν τεχνίτης ἐργάσαιτο· τὸ χνοῶδες μὲν γὰρ τῶν ἀνθῶν εἰς οὐσίαν τοῦ κηροῦ μεταβάλλει καὶ οἷον ἀγγεῖα τῷ μέλιτι παρασκευάζει. εἶτα τὸ δροσῶδες τὸ ἐν αὐτοῖς καὶ τὸ ἐν τοῖς καρποῖς ὑγρὸν τοῖς κυττάροις ἐναποτιθεμένη εἰς οὐσίαν ἐκπέττει μέλιτος, τροφὴν ἑαυτῇ χειμέριον παρασκευάζουσα. ποία <ἂν> γλῶττα τῶν μυρμήκων τὴν ἐπιστήμην ἀξίως <ἂν> εἴποι; συλλέγουσι μὲν γὰρ κατὰ συστάσεις ἐν θέρει τὸν σῖτον καὶ ὑπὸ γῆν ἐναποτίθενται, μή τι τῶν σπερμολόγων ζῴων αὐτὸν ἁρπάσειε, τέμνουσί τε δίχα τὴν τοῦ ὁμοίου γεννητικὴν αὐτοῦ δύναμιν ἀφαιρούμενοι· τὸν ὑγραινόμενον δὲ ὑπὸ γῆν ἀναφέρουσι πρὸς ἥλιον, μή ποτε σαπείη, καὶ ἄνικμον γεγονότα πάλιν εἰς τὸν αὐτὸν ὑπὸ γῆν ἀποτίθενται τόπον. μέλλουσα τίκτειν ἡ χελιδὼν προνοητικῶς τὴν νεοττιὰν προπαρασκευάζει, τῷ στόματι μὲν τὰ κάρφη συνάγουσα καὶ κατά τινα τέχνην ἀλλήλοις ἁρμόζουσα, πηλὸν δὲ ταῖς πτέρυξι καὶ τοῖς ποσὶν ἄγουσα διαχρίει ταῦτα κόλλης δίκην καὶ μίαν ποιεῖ πάντων συνέχειαν. ὁ δὲ ἀράχνης ἐν πόσῳ κόσμῳ καὶ κάλλει τὸ ἀράχνιον ἐξυφαίνει; ποῖος γεωμέτρης οὕτως ἀκριβῶς πλείονας ἀλλήλοις περιγράφει κύκλους στήμοσι λεπτοῖς οἷα συνδέσμοις ἴσον διεστῶσιν ἀλλήλων συνεχομένους, μακραῖς πανταχόθεν ἰσὶ τοῦ παντὸς διατεταμένου τεχνήματος· οἶκος ἅμα τῷ πεποιηκότι καὶ δίκτυον εἰς ἄγραν τροφῆς ἐπιτή-

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
