# De opificio mundi 258

Joannes Philoponus, De opificio mundi, Page 258. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/258

δειον. καὶ τό<δε> δὴ μεῖζον· ἄνθρωπος μὲν ἐκ μαθήσεως ποιεῖ τὰ τεχνητά, φύσεις δὲ ζῴων ἀδίδακτοι, ὡς καὶ θεὸς οὐσιώδη τὴν δημιουργικὴν ἁπάντων ἔχει δύναμιν. Ἐπὶ τὸ ἀσεβέστερον δὲ ἀεὶ προκόπτων Θεόδωρος καὶ ἐκ τοῦ γεννᾶν φησι τοὺς ἀνθρώπους υἱοὺς τὴν πρὸς τὸν θεὸν εἰκόνα καὶ ὁμοίωσιν διασῴζειν τὸν ἄνθρωπον. καὶ πάλιν τὴν πρὸς ἄλληλα τῆς θείας γεννήσεως καὶ τῆς ἀνθρωπείας διαφορὰν ἀτοπώτατα λίαν διηγεῖται καὶ χαμαιπετῶς, ἃ καὶ λέγειν αἰσχύνη με πολλὴ καὶ δέος—ἐπ' ἀληθείας λέγω—κωλύει. καὶ οὐδὲ τὰ οὕτως ἐναργῆ συνιδεῖν ὁ ἄνθρωπος οὗτος ἴσχυσεν, ὡς οὐδὲ τοῦτο μόνων ἐστὶν ἀνθρώπων ἴδιον, ἀλλὰ πάντων ζῴων πλὴν τῶν ἐκ σήψεως· πάντα γὰρ τὴν γεννητικὴν τοῦ ὁμοίου δύναμιν ἔχει καὶ τίκτει τὸ συνώνυμον ἕκαστον· ἐν ἰδίᾳ γὰρ τοῦτο πραγματείᾳ δεδείχαμεν. εἰ δὲ λέγει Θεόδωρος μόνους ἡμᾶς λογικὸν ζῷον ἀπογεννᾶν καὶ ταύτῃ τὴν πρὸς τὸν θεὸν ἔχειν εἰκόνα, κατὰ μόνην ἄρα τὴν λογικὴν οὐσίαν ἡμῶν τό ‘καθ' ὁμοίωσιν’ σῴζεσθαι, καὶ αὐτὸς ἄκων ὁμολογεῖ, ὅπερ ἑτέροις εἰρηκόσιν ἐμέμψατο. Ἐντεῦθεν ἐφ' ἕτερον μέτεισιν ἀτοπώτερον καὶ γέλωτος ὡς ἀληθῶς ἄξιον· καὶ γὰρ ἐν ταῖς αἰσθήσεσιν ἡμῶν ἐμφαίνεσθαι τό ‘κατ' εἰκόνα τοῦ θεοῦ’ φησίν· ‘ὁρῶμεν γὰρ καὶ ἀκούομεν, ὡς καὶ ὁ θεὸς πάντα ὁρᾷ καὶ πάντων ἀκούει’· καὶ τὴν διαφορὰν πάλιν ἡμῶν καὶ θεοῦ ῥαψῳδεῖ μάτην. καίτοι πολλὰ τῶν

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
