# De opificio mundi 259

Joannes Philoponus, De opificio mundi, Page 259. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/259

ἀλόγων ζῴων ἄλλα κατ' ἄλλην αἴσθησιν ὀξύτερά τέ ἐστιν ἡμῶν καὶ ἀκριβέστερα. ἀετὸν ὀξυωπέστατον ἴσμεν ὡς ὅτι μάλιστα πάντων Ὅν τε καὶ ὑψόθ' ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ Θάμνῳ ὑπ' ἀμφικόμῳ κατακείμενος. χῆνες καὶ ὄνοι τῇ ἀντιληπτικῇ τῶν ψόφων πλεονεκτοῦσι δυνάμει. κύνες ἔχουσιν ἀκριβεστάτην τὴν ὄσφρησιν, διὸ καὶ τοὺς θηρευτὰς ἐπ' αὐτοὺς ἄγουσι τῶν θηρίων τοὺς φωλεούς· καὶ τὸ γευστικὸν δὲ κριτήριον ἐναργὲς ἔχειν μαρτυρεῖταί τινα. μόνῃ τῇ ἁφῇ πλεονεκτοῦσιν οἱ ἄνθρωποι. κοινὸν ἄρα καὶ τοῦτο τῶν ζῴων ἐστὶ καὶ οὐ μόνων ἀνθρώπων τὸ ὑπόδειγμα, πρὸς τῷ καὶ τῶν ἀτοπωτάτων εἶναι τῇ θείᾳ γνώσει τὰς αἰσθήσεις ἀντιπαρατιθέναι τῶν ζῴων. Καὶ ἑαυτῷ δὲ περιπίπτει Θεόδωρος εἰπών, ὡς, εἰ μόνος ὁ ἄνθρωπος ἐν τοῖς γεγονόσιν εἰκὼν εἴρηται τοῦ θεοῦ, ἰδίαν τινὰ τῆς προσηγορίας προσήκει εἶναι αἰτίαν· ὅπερ αὐτὸς ἀποδεῖξαι πολλὰ καμὼν οὐ δεδύνηται, ἀλλ' ἐπὶ τὰ κοινῶς πᾶσιν ὑπάρχοντα ζῴοις ἢ τοῖς πλείοσι καταπεσὼν αὐτὸς ἑαυτοῦ γέγονεν ἔλεγχος· εἰ δὲ τὴν ἐπὶ τοῖς αἰσθητοῖς τοῦ λόγου κρίσιν, καθ' ἣν τήν τε πρὸς ἄλληλα διαφορὰν αὐτῶν καὶ τὴν ἑκάστου κρίνομεν οὐσίαν, μόνων ἀνθρώπων ἴδιον εἶναι βούλεται, δῆλον πάλιν, ὡς κατὰ μόνον τὸ λογικόν τε καὶ νοερὸν ἡμῶν τὸ κατ' εἰκόνα γεγονέναι θεοῦ κἀνταῦθα δίδωσι. καὶ τί δέον ἐστὶν ἐκ συλλογισμοῦ τοῦτο λαμβάνειν; ἐπ' αὐτῆς αὐτὸ λέξεως γέγραφεν οὕτως εἰπών·

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
