# De opificio mundi 26

Joannes Philoponus, De opificio mundi, Page 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/26

χήν, ἐκ τῆς ὑπερκοσμίου δυνάμεως αὐτῶν, ἐκ τῆς τοῦ θεοῦ διηνεκοῦς θεωρίας, ὧν οὐδὲν τῶν ἐγκοσμίων μετέχει, ἐκ τοῦ μηδὲ τὰς ἀλόγους ψυχὰς τὴν ἀρχὴν συγκαταβεβλῆσθαι τοῖς σώμασι, καίτοι χωρὶς σωμάτων εἶναι μὴ δυναμένας, ἐκ τοῦ τὴν ἀνθρωπίνην ψυχὴν μηδὲ τῷ ἰδίῳ συνυποστῆναι σώματι· τὸ μὲν γὰρ ἐκ γῆς διαπέπλασται, ἡ δὲ καθ' αὑτὴν θειοτέρας ὑπὸ θεοῦ μετέσχε γενέσεως. εἰ δὲ τὸ τῶν λογικῶν ἔσχατον αὐτὸ καθ' αὑτὸ χωρὶς σωμάτων ὑπέστησεν ὁ θεός, πόσῳ μᾶλλον αἱ τοσοῦτον τῶν ἡμετέρων ψυχῶν ὑπερανεστηκυῖαι νοεραὶ δυνάμεις οὐσίᾳ τε καὶ ἰσχύϊ καὶ γνώσει οὐ πολλῷ κρείττονος τῶν ἡμετέρων ψυχῶν καὶ κεχωρισμένης σωμάτων ὑπάρξεως ἠξιώθησαν ὑπὸ θεοῦ; Οὐ γὰρ ἂν ἤμελλε Μωϋσῆς οὕτως ἀτίμως αὐτῶν παραρρίπτειν τὴν φύσιν, ὡς συνεπινοεῖσθαι τῇ γενέσει τῶν σωμάτων ἐθέλειν αὐτὰς οἱονεὶ συσπειρομένας αὐτοῖς, καὶ μηδὲ μνήμης αὐτὰς ἀξιῶσαι ψιλῆς ὡς τὰ ἐκ γῆς φυόμενα. καὶ τίς ἂν νοῦ μετέχων τοιαῦτα περὶ αὐτῶν ὑποπτεύειν τολμήσειεν; Εἰ οὖν ἀνάγκη τὰς τῶν ἀγγελικῶν δυνάμεων οὐσίας ἢ πρὸ τῆς τοῦ κόσμου γενέσεως ὑποστῆναι παρὰ θεοῦ ἢ μετὰ τὴν τοῦ κόσμου γένεσιν, ὡς καὶ ἡ τοῦ ἀνθρώπου ψυχή, ἢ αὐτῷ συνυποστῆναι τῷ κόσμῳ, μήτε δὲ μετὰ τὴν τοῦ κόσμου γένεσιν ὑπέστησαν—

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
