# De opificio mundi 260

Joannes Philoponus, De opificio mundi, Page 260. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/260

ιεʹ. Ὅτι τῶν πρὸ αὐτοῦ πάντων καταγελάσας Θεόδωρος πῇ μὲν κατὰ τὸ λογικὸν εἰπόντων, πῇ δὲ κατὰ τὸ νοερόν, πῇ δὲ κατὰ τὸ ἀρχικόν, κατ' εἰκόνα θεοῦ γεγονέναι τὸν ἄνθρωπον, τούτοις αὐτοῖς ἐχρήσατο καὶ αὐτός. ‘καὶ μὴν καὶ [ἀπὸ τοῦ ἀπεριγράφου] τὸ ἀπερίγραφον τοῦ θεοῦ ἀπόρρητον μέν ἐστι καὶ οὐδὲ ἐννοίᾳ καταληπτὸν ἀνθρωπίνῃ, οὐδενὸς συνιδεῖν οἵου τε ὄντος, ὅπως πανταχοῦ τε πάρεστιν καὶ οὐ μεριζόμενος ὅλος ἐστὶ παρ' ἑκάστῳ, ἐνταῦθά τε ὢν ὅλος οἷον εἰπεῖν καὶ πάλιν ἑτέρωθι, ἁπανταχοῦ δὲ ὁμοίως καὶ οὐ τοῖς μὲν παρών, τοῖς δὲ οὔ, οὐδὲ τοῖς μὲν μᾶλλον παρών, τοῖς δὲ ἧττον, ἀλλ' ὅλος πάντοτε ὢν παρ' ἑκάστῳ καὶ οὐδενὸς ἀπολιμπανόμενος τῷ ἑτέρωθι παρεῖναι· ἐπειδὴ δὲ ταῦτα μείζονα ἢ κατὰ τὴν ἡμετέραν ἔννοιαν ὑπῆρχεν, αἴνιγμά τι τούτων ἔχειν δέδωκεν ἡμῖν τὸν νοῦν τὸν ἡμέτερον, ᾧπερ ἐν ἡμῖν καθεστῶτι τῶν ἐν οὐρανῷ τε λαμβάνομεν ἔννοιαν, εἶτα τῶν ἐπ' ἀνατολαῖς καὶ πάλιν τῶν ἐπὶ δυσμαῖς, καὶ ταύτης τῆς πόλεως, εἶτα ἑτέρας, κώμης τε νῦν μὲν ταύτης, νῦν δὲ ἐκείνης, καὶ ὅλως ἐν ἑαυτοῖς ἔχοντες τὸν νοῦν τὸν οἰκεῖον ἀθρόον ἀλλαχόθεν ἀλλαχοῦ μεθιστάμεθα’. καὶ τοῦτον ἐπὶ πολὺ παρατείνει τὸν λόγον, πῶς ὁ νοῦς ἡμῶν τὸ ἀπερίγραφον μιμεῖται τοῦ θεοῦ. Τί οὖν, βέλτιστε, μικρῷ πρότερον πλατὺν κατέχεες γέλωτα καὶ ἄγνοιαν τῶν θείων κατηγόρεις γραφῶν τῶν λεγόντων κατ' εἰκόνα θεοῦ τὸν ἄνθρωπον

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
