# De opificio mundi 261

Joannes Philoponus, De opificio mundi, Page 261. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/261

γεγενῆσθαι πῇ μὲν κατὰ τὸ ἀρχικόν, πῇ δὲ κατὰ τὸ λογικόν, πῇ δὲ κατὰ τὸ νοερόν, γέλωτος μεστὰ λέγων αὐτοὺς ἀποφθέγγεσθαι; σκοπείτω οὖν, ὅπως ἑαυτοῦ διπλοῦν κατέχεε γέλωτα, ὅτι τε, ἅπερ ἄξια γέλωτος εἶπεν ὑπάρχειν, ταὐτὰ λέγων αὐτὸς ἑάλω, καὶ ὅτι τοῖς ἐκείνων σαφῶς οὕτω περιπεπτωκὼς ἀγνοεῖ. ἐπειδὴ δὲ τὸ πάντα περιπολεῖν τὸν ἡμέτερον νοῦν ἴδιον ἀνθρώπων οἴεται, ὁ νοῦς, εἰπάτω, τῶν ἁγίων ἀγγέλων οὐχ ὁμοίως τῷ ἡμετέρῳ πάντα περιπολεῖ, ἵνα μὴ λέγω καὶ κρεῖττον, ὡς τῇ οὐσίᾳ ὑπερέχων τοῦ ἡμετέρου; πῶς γὰρ οὐ; ἐπεὶ πῶς εἰς διακονίαν ἀποστελλόμενοι ἐφίστανται τούτοις εὐθύς, οἷς ἂν κελεύῃ θεός; Ὅτι δὲ καὶ τὸ ἀπερίγραφον εἶναι τὸ θεῖον αὐτός τε καὶ οἱ τῆς αὐτοῦ συμμορίας σωματικῶς νοοῦσιν, ἐν τοῖς πρὸς αὐτοὺς λόγοις καὶ ἐν τοῖς ἀνωτέρω δείξαντες ἔφθημεν. ιϛʹ. Ὅτι καὶ κατὰ τὸ ἀρχικὸν τό ‘κατ' εἰκόνα’ λαβὼν τὰς θέσει γινομένας ἀρχὰς εἴληφεν, ἐξ οὗ συμβαίνει μὴ πάντας ἀνθρώπους κατ' εἰκόνα γεγονέναι θεοῦ, ἀλλ' οὓς ἂν ἡμεῖς ἐθέλοιμεν. ‘Ἀλλὰ γάρ’ φησίν ‘ἔδωκεν ἡμῖν καὶ βασιλείας ἀρχὴν καὶ κρίσεως ἐξουσίαν, ὡς κριτὰς καὶ βασιλέας ἀνθρώπους ἀπὸ τοῦ βασιλεύειν, ἤδη καὶ θεοὺς προσαγορεύεσθαι διὰ τοῦτο· ‘καὶ θεούς’ γάρ φησιν ‘οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς’ περὶ τῶν τοῦ ἄρχειν τε καὶ κρίνειν ἐν τῷ νόμῳ τὴν ἐξουσίαν ἐχόντων ταῦτα εἰπών’. καὶ πάλιν,

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
