# De opificio mundi 263

Joannes Philoponus, De opificio mundi, Page 263. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/263

τὰ κτήνη τοῦ πεδίου, τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν’. τί τούτων ἐναργέστερον, ὡς ἄρχοντα τῶν ἔργων αὐτοῦ τῶν ἀπηριθμημένων τὸν ἄνθρωπον κατέστησεν ὁ θεός, τούτῳ τὸ κατ' εἰκόνα τοῦ θεοῦ γεγονέναι σῴζοντα; Θεόδωρος δὲ τῶν εἰρημένων ἐπιστήσας οὐδενί, τὸ δέ ‘κατ' εἰκόνα’ καὶ ἐπὶ τοῦ ἀρχικοῦ λαβών, ὅπερ εἰπόντας ἔσκωψε τοὺς πρὸ αὐτοῦ, μᾶλλον δὲ τοὺς λόγους τοῦ ἁγίου πνεύματος, τὸ εἶδος τῆς ἀρχῆς τὸ ἐπὶ τῶν παρ' ἡμῖν βασιλέων σῴζειν φησὶ τό ‘κατ' εἰκόνα’, καὶ οὐδὲ κατὰ νοῦν ἔλαβεν, ὡς πρῶτον μὲν τό ‘ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν’ ἐπὶ παντὸς τοῦ γένους τῶν ἀνθρώπων εἴρηται· ὀλίγοι δὲ τούτων εἰσὶν οἱ βασιλεύσαντες· ἐπὶ πλεῖστον γὰρ οὐδὲ βασιλεῦσιν ἐχρῶντο, καὶ οὐδὲ φυσικὸν τοῦτο τῆς ἀρχῆς τὸ εἶδος, θέσει δὲ μόνῃ καὶ βουλαῖς ἀνθρώπων οὐδὲ ὀρθαῖς πολλάκις οὐδὲ κατὰ λόγον, διὸ καὶ τῆς ἀρχῆς πολλοὶ μεταπίπτουσιν. ἔπειτα κατὰ Θεόδωρον αὐτὸς ὁ πρῶτος ἄνθρωπος οὐκ ἔτυχε τοῦ ‘κατ' εἰκόνα’ βασιλεύς τινων οὐ γενόμενος. καίτοι γε Μωϋσῆς εἶπε· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν’. καὶ τί λέγω τὸν πρῶτον; ὀλίγοι κομιδῇ βασιλεῖς καὶ καθ' ἕκαστον βίον ἀνθρώπων γεγόνασιν. οὐ πάντας οὖν κατ' εἰκόνα ἰδίαν ἐποίησεν ὁ θεὸς οὐδέ τινα φυσικὴν ἀρχὴν αὐτοῖς ἔδωκεν, ἀλλ' ἐν ἡμῖν ἐστι τὸ ποιεῖν, οὓς ἂν ἐθέλοιμεν, κατ' εἰκόνα θεοῦ, εἰς ἀρχὰς αὐτοὺς προχειριζομένοις καὶ βασιλέας.

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
