# De opificio mundi 264

Joannes Philoponus, De opificio mundi, Page 264. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/264

Φυσικὴν δὲ ἀρχὴν τὸ πρόσταγμα δεῖν πάντως ὑπάρχειν τοῦ θεοῦ καὶ τοῖς φαινομένοις σύμφωνον· οἷόν ἐστι τὸ τῶν ζῴων ἄρχειν ἁπάντων τὸν ἄνθρωπον πρὸ μὲν τῆς παραβάσεως, ὡς ἔπρεπε, τῷ κατὰ φύσιν αὐτῶν ἄρχοντι μηδενὸς ἀνθισταμένου παντάπασιν, ὡς δεικνύουσιν μέχρι νῦν, ὅσοι τὴν πρὸς θεὸν ὁμοίωσιν δι' εὐζωίας φυλάττουσιν, πειθηνίους ἔχοντες τοῖς αὐτῶν ἐπιτάγμασι καὶ τοὺς ἀγριωτάτους θῆρας, ἀλλὰ καὶ μετὰ τὴν παράβασιν καὶ τὴν ἀλόγοις πρέπουσαν ζωήν, ἐπειδὴ καὶ οὕτω τό ‘κατ' εἰκόνα’ καὶ τὸ τῶν ζῴων ἄρχειν ἔδει κρατεῖν, τοῦτο διέμεινεν ἅπασι· τῇ δυνάμει γὰρ τοῦ λόγου καὶ ταῖς ἐπινοίαις ὑποχείρια ἑαυτοῖς πάντα ποιοῦσιν οἱ ἄνθρωποι. ἀλλὰ καὶ μετὰ τὸν κατακλυσμὸν τῷ Νῶε καὶ τοῖς υἱοῖς αὐτοῦ ταῦτά φησιν ὁ θεός· ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κυριεύσατε αὐτῆς· καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις καὶ ἐπὶ πᾶσι τοῖς κτήνεσι τῆς γῆς καὶ ἐπὶ πᾶσι τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα’. ιζʹ. Ὅτι οὐδὲ τὸ δυνάμεις εἶναι δύο τῆς ψυχῆς, τήν τε λογικὴν καὶ τὴν ζωτικήν, εἰκόνα δύναται φέρειν τοῦ τε υἱοῦ τοῦ θεοῦ καὶ τοῦ ἁγίου αὐτοῦ πνεύματος. Ἐσχάτην ἐπὶ πᾶσιν αἰτίαν Θεόδωρος τοῦ κατ' εἰκόνα

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
