# De opificio mundi 267

Joannes Philoponus, De opificio mundi, Page 267. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/267

ΑΚΥΛΑΣ ‘καὶ ἔκτισεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, ἐν εἰκόνι θεοῦ ἔκτισεν αὐτούς’. ΘΕΟΔΟΤΙΩΝ ‘καὶ ἔκτισεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι αὐτοῦ, ἐν εἰκόνι θεοῦ ἔκτισεν αὐτούς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς’. ΣΥΜΜΑΧΟΣ ‘καὶ ἔκτισεν ὁ θεὸς τὸν ἄνθρωπον ἐν εἰκόνι διαφόρῳ, ὄρθιον ὁ θεὸς ἔκτισεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἔκτισεν αὐτούς’. Διὰ τί μὲν οὖν ἐκ τοῦ πληθυντικοῦ τοῦ ‘ποιήσωμεν ἄνθρωπον’ ἐπὶ τὸ ἑνικὸν μετῆλθε· ‘καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον’; ὅτι διὰ τὸ μοναδικὸν τῆς θεότητος, ἐν τοῖς προλαβοῦσιν εἴπομεν· ‘κύριος’ γάρ ‘ὁ θεός σου κύριος εἷς ἐστιν’· τρίτον γὰρ εἰπών· ‘κύριος’ καί ‘θεός’ καί ‘κύριος’ ἐπήγαγεν· ‘εἷς ἐστι’. καὶ ὁ τῶν χερουβὶμ ὁμοίως ὕμνος τρίτον εἰπὼν τό ‘ἅγιος’ ἑνικῶς ἐπήγαγε· ‘κύριος Σαβαώθ’. καὶ πᾶσα ἡ νέα διαθήκη τὸν πατέρα θεὸν λέγουσα καὶ τὸν υἱὸν ὁμοίως θεὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον τὸν πληθυντικὸν ἀριθμὸν ἔφυγε, πανταχοῦ τῷ ἑνικῷ χρησαμένη. ‘σὺ πιστεύεις, ὅτι εἷς ὁ θεός ἐστι· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσι καὶ φρίττουσι’. καὶ ὁ κύριος. ‘οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ θεός’· καίτοι περὶ ἑαυτοῦ εἰπών· ‘εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι’; καί ‘τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
