# De opificio mundi 268

Joannes Philoponus, De opificio mundi, Page 268. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/268

με ἐν γῇ εὐθείᾳ’, ὥς τε νῦν πρὸς τὸν ὡς ἄνθρωπον εἰπόντα· ‘διδάσκαλε ἀγαθέ’ ‘τί με λέγεις’ φησίν ‘ἀγαθόν; οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς ὁ θεός’ ἁπλῶς περὶ τῆς θείας εἰπὼν φύσεως, διὸ τό ‘εἷς’ εἶπεν. καὶ πανταχοῦ ὁμοίως. ιηʹ. Ὅτι τὸ αὐτὸ δηλοῖ τό ‘ἐποίησε’ καὶ τό ‘ἔκτισε’ καὶ διὰ τί οὐδετέρως εἶπεν· ‘ἄρσεν καὶ θῆλυ’. καὶ τί διαφέρει τό ‘ἐν εἰκόνι θεοῦ’ καί ‘ἐν εἰκόνι αὐτοῦ’ δὶς εἰρημένον. Οὐχ ὡς ὑπώπτευσαν δέ τινες, ἕτερόν τι σημαίνει τό ‘ἐποίησεν’ καὶ ἕτερον τό ‘ἔκτισεν’· οἵ τε γὰρ ἑβδομήκοντα μόνως εἰρήκασι τό ‘ἐποίησεν’ ἐν τούτοις, καὶ Θεοδοτίων εἰπών· ‘καὶ ἔκτισεν ὁ θεὸς τὸν ἄνθρωπον’ ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς’· καίτοι Σύμμαχος ‘ἄρσεν’ φησί ‘καὶ θῆλυ ἔκτισεν αὐτούς’. ταὐτὸν ἄρα δηλοῖ τό ‘ἐποίησεν’ καὶ τό ‘ἔκτισεν’. τοιοῦτόν ἐστι καὶ τό ‘ποιῶν εἰρήνην καὶ κτίζων κακά’. πάλιν ἑνικῶς τό ‘ἄνθρωπον’ εἰπὼν αὐτὴν τῶν ἀνθρώπων τὴν φύσιν εἰς τὰ διάφορα γένη διεῖλεν ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς’ ὅπερ Ἀκύλας συνῃρημένως ἔφη· ‘καὶ ἔκτισεν ὁ θεὸς σὺν τὸν ἄνθρωπον’ διόπερ οὐδὲ προσέθηκε τό ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς’· εἶπον γὰρ καὶ ἐν τοῖς πρώτοις, ὅτι συνδυασμόν τινα ἐσθ' ὅτε ἡ σὺν πρόθεσις δηλοῖ, συστρατιώτης συστράτηγος σύνδουλος. οὐδετέρως δὲ ἄρσεν εἴρηκε καὶ θῆλυ, οὐκ ἄρσενα καὶ θήλειαν, ἵνα μὴ ἐπὶ μόνου τοῦ Ἀδὰμ καὶ τῆς Εὔας νοῆται, ἀλλὰ τὰ δύο ταῦτα γένη τὰ ἐξ ἐκείνων ἐσόμενα.

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
