# De opificio mundi 273

Joannes Philoponus, De opificio mundi, Page 273. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/273

καʹ. Ὅτι Πλάτων ἀπὸ Μωϋσέως λαβὼν τὸ κατ' εἰκόνα θεοῦ γεγονέναι τὸν ἄνθρωπον ἐπὶ πάντα τὰ ἐν τῷ κόσμῳ τοῦτο μετήγαγε. Μωϋσέως δὲ ἐπ' ἀνθρώπου κυριώτατα εἰπόντος κατ' εἰκόνα γεγονέναι θεοῦ καὶ καθ' ὁμοίωσιν Πλάτων ἐπὶ τὰ ἐν τῷ κόσμῳ πάντα τοῦτο μετήγαγεν οὕτως εἰπών· ‘ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐπιγίγνεται φθόνος· τούτου δὲ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ’· ταῦτα μὲν περὶ τούτων. Ἐπειδὴ δὲ ἐν τῇ ἐπαναλήψει τῆς τοῦ κόσμου γενέσεως καὶ τὴν τοῦ ἀνθρώπου γένεσιν ἐπανείληφε, δίκαιον οἶμαι μικρὸν ὑπερβιβάσαντας τὸ προκείμενον ἐνταυθοῖ ταύτην διελθεῖν καὶ φυσιολογῆσαι συντόμως οὕτως ἔχουσαν· ‘Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν’. ΑΚΥΛΑΣ ‘καὶ ἔπλασεν κύριος ὁ θεὸς σὺν τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς χθονὸς καὶ ἐνεφύσησεν ἐν μυκτῆρσιν αὐτοῦ ἀναπνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν’. ΘΕΟΔΟΤΙΩΝ καὶ ΣΥΜΜΑΧΟΣ ‘καὶ ἔπλασεν κύριος ὁ θεὸς τὸν Ἀδὰμ χοῦν ἀπὸ τῆς γῆς ἄδαμα, καὶ ἔπνευσεν εἰς τοὺς

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
