# De opificio mundi 274

Joannes Philoponus, De opificio mundi, Page 274. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/274

μυκτῆρας αὐτοῦ ἀναπνοὴν ζωῆς, καὶ ἐγένετο ὁ Ἀδὰμ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν’. κβʹ. Ὅτι ἐξ ἑκατέρου μέρους τὸν ὅλον ἄνθρωπον ἡ γραφὴ σημαίνει ποτὲ μὲν ἀπὸ τῆς ψυχῆς, ποτὲ δὲ ἀπὸ τοῦ σώματος· τοιοῦτόν ἐστι καὶ τό· ‘ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς’. Ἐκ ψυχῆς καὶ σώματος τοῦ ἀνθρώπου συνεστῶτος οἶδεν ἡ γραφὴ καὶ ἀφ' ἑκατέρου τούτων τὸ ὅλον καλεῖν. ὁ Ἰώβ· ‘μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις’. καὶ πρὸς τὸν Ἀδὰμ δὲ ὁ θεός· ‘γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ’. ‘πρὸς σὲ πᾶσα σὰρξ ἥξει’, τουτέστιν πᾶς ἄνθρωπος πρὸς τὸν θεὸν δι' ἐπιγνώσεως αὐτοῦ. ‘πᾶσαι αἱ ψυχαὶ οἴκου Ἰακὼβ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε’, τουτέστιν ἑβδομήκοντα πέντε ἄνθρωποι. ‘ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ καὶ ἀποθανεῖται’ ἀντὶ τοῦ ‘ἄνθρωπος’, εἰ μὴ τὸν ψυχικὸν λέγοι θάνατον. καὶ ἐκ τοῦ ἑτέρου μέρους τὸ ἕτερον· ‘μὴ μεριμνήσητε τῇ ψυχῇ ὑμῶν, τί φάγητε, μηδὲ τῷ σώματι, τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς;’ ἀλλ' ἡ μεριμνῶσα ψυχή, τουτέστιν ἡ λογική, οὐ τρέφεται, ἀλλὰ τὸ σῶμα· καὶ ἔδειξεν εἰπών· ‘τίς γὰρ μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα’; ἡ δὲ ἡλικία ἐστὶ τοῦ σώματος· καὶ τοὐναντίον· ‘ὃς ἐὰν θέλῃ τὴν

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
