# De opificio mundi 276

Joannes Philoponus, De opificio mundi, Page 276. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/276

τοῦτο δηλοῖ τῷ Παύλῳ ‘ὁ ἔσω ἄνθρωπος’ καί ‘ὁ ἔξω ἄνθρωπος’; τούτων δεδειγμένων καὶ νῦν τό· ‘ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς’ τὸν ἔξω κατὰ Παῦλον σημαίνει ἄνθρωπον, τουτέστιν τὸ σῶμα· τοῦτο γάρ ἐστι τὸ ἀπὸ τῆς γῆς πλαττόμενον. ἐν δὲ τοῖς προλαβοῦσιν εἴπομεν, ὅτι ἐκ τοῦ πλεονάζοντος ἐν τῷ σώματι ἡμῶν τῆς γῆς παρὰ τὰ λοιπὰ στοιχεῖα χοῦς καὶ γῆ καὶ πηλὸς καλεῖται τὸ σῶμα. διὰ τί δέ ‘χοῦν ἀπὸ τῆς γῆς’ εἶπεν καὶ μὴ ἁπλῶς ‘γῆν’; τὸ μαλακώτερον αὐτῆς δηλονότι καὶ εὐδιάπλαστον· ἔστι γάρ τι τῶν μερῶν αὐτῆς καὶ λιθῶδες οὐκ ἐπιτήδειον εἰς τὴν τοῦ σώματος ἡμῶν γένεσιν. μόνον οὖν τὸ σῶμα ἐκ γῆς, οὐχ ἡ ψυχὴ διεπλάσθη. κγʹ. Ὅτι ἡ μὲν τῶν ἀλόγων ζῴων ψυχὴ συνυφίσταται τοῖς σώμασι καὶ ἀχώριστος αὐτῶν ὑπάρχει· ἡ δὲ τῶν ἀνθρώπων χωριστὴ σωμάτων καὶ ἔξωθεν αὐτοῖς εἰσκρίνεται διαπεπλασμένοις. Ἐπὶ μὲν οὖν τῶν ἄλλων ζῴων ‘ἐξαγαγέτω τὰ ὕδατα’ φησίν ‘ἑρπετὰ ψυχῶν ζωσῶν· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν’ ὡς ἐκ μιᾶς ἀρχῆς τοῦ ὅλου γινομένου· συναπόλλυνται γὰρ τοῖς σώμασιν αἱ τούτων ψυχαὶ τῇ ἁρμονίᾳ τῶν σωμάτων συνυφιστάμεναι. ἡ δὲ τῶν ἀνθρώπων ψυχὴ ἐξ ἑτέρας γέγονεν ἀρχῆς· χωριστὴν γὰρ σωμάτων ἔχουσα τὴν οὐσίαν ἔξωθεν αὐτοῖς εἰσκρίνεται μετὰ τὴν διάπλασιν· ‘ἐνεφύσησεν’ γάρ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
