# De opificio mundi 278

Joannes Philoponus, De opificio mundi, Page 278. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/278

αἰσθητικὴν ζωὴν καὶ κινητικὴν τὰ τῶν ἀνθρώπων ἔμβρυα δέξηται, συνεισκρίνεται πάντως αὐτοῖς καὶ ἡ λογικὴ ψυχή· κοινῶς γὰρ πᾶσαν ψυχὴν Ἀριστοτέλης ὡρίσατο ἐντελέχειαν εἶναι σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος, τουτέστιν εἶδος καὶ τελειότητα καὶ συνοχὴν τοῦ σώματος· τῆς δὲ ἐντελεχείας τὴν μὲν εἶναί φησιν ἀχώριστον, ὡς ἡ μουσικὴ ἐνέργεια τῶν αὐλῶν καὶ τῆς λύρας, οἵα ἐστὶ καὶ ἡ τῶν ἀλόγων ζῴων ψυχὴ τῇ ἁρμονίᾳ συνδιαλυομένη τοῦ σώματος· ἡ δὲ χωριστή, ὡς ὁ κυβερνήτης τῆς νεὼς καὶ ὁ ἡνίοχος τοῦ ἅρματος· εἰδοποιοῦσι γὰρ ὁ μὲν τὴν ναῦν, ὁ δὲ τὸ ἅρμα, ὡς καὶ ἡ τῶν ἀνθρώπων ψυχὴ τὸ λογικὸν ζῷον. κδʹ. Ὅτι τό ‘ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς’ οὐ τοῦ ἁγίου πνεύματος μετάδοσίς ἐστιν, ὡς Ὠριγένης φησίν, ἀλλὰ τῆς λογικῆς τοῦ ἀνθρώπου ψυχῆς γένεσις. Ὠριγένης δὲ τὴν κατὰ τὴν λέξιν τῆς γραφῆς ἱστορίαν ἐν πολλοῖς στῆσαι μὴ δυνηθεὶς καὶ τοῦτο λέγων εἶναι ἀδύνατον ἀλληγορεῖ πάντα καὶ τὰ ἐν οἷς αὐτὸς τὸ ἀκόλουθον τῆς λέξεως ἔδωκεν. καὶ νῦν γοῦν τό ‘ἐνεφύσησεν αὐτῷ πνοὴν ζωῆς’ τὸ ἅγιον αὐτῷ πνεῦμα δεδόσθαι φησὶ διὰ τοῦ ἐμφυσήματος, καὶ πίστιν τούτου τὸ ἐπὶ τοῦ δεσπότου Χριστοῦ γενόμενον παραλαμβάνει· μετὰ γὰρ τὴν ἀνάστασιν ἐνεφύσησε τοῖς μαθηταῖς αὐτοῦ λέγων· ‘λάβετε πνεῦμα ἅγιον’· οὕτως

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
