# De opificio mundi 282

Joannes Philoponus, De opificio mundi, Page 282. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/282

ἐκπνοῆς τοῦ ἀέρος ἀναζωπυρούμενον, ὃ μικρὸν ἐπισχεθὲν θάνατον ποιεῖ. τοσοῦτον ἀποδεῖ τὰ εἰρημένα τοῦ τὸ ἅγιον πνεῦμα δι' αὐτῶν δηλοῦσθαι. Εἰ δὲ λέγοι τις τῆς ἀλόγου ψυχῆς ἐνέργειαν εἶναι τὴν ἀναπνοήν—πολλὰ γὰρ καὶ τῶν ἀλόγων ἀναπνεῖ— ἀλλὰ τὸ χωρὶς σώματος καθ' αὑτὴν γεγονέναι διὰ τοῦ θείου ἐμφυσήματος τὴν ψυχὴν μέγα τεκμήριον τοῦ λογικὴν εἶναι καὶ χωριστὴν σωμάτων καὶ διὰ τοῦτο ἀθάνατον τὴν οὐσίαν αὐτῆς. Ἀλλ' ἐπειδὴ ταῦτα διὰ τὴν συνέχειαν τῶν περὶ τῆς τοῦ ἀνθρώπου γενέσεως εἰρημένων ἐκ τῶν ὕστερον ἐνταῦθα μεταβιβάσαντες ἐξητάσαμεν, ἐπὶ τὰ συνεχῆ τῶν προτέρων ἀφ' ἑτέρας ἀρχῆς λόγου μετέλθωμεν. λόγος ἕβδομος. ‘Καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετηνῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς’. ΑΚΥΛΑΣ ‘καὶ εὐλόγησεν αὐτοὺς ὁ θεὸς καὶ εἶπεν αὐτοῖς ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
