# De opificio mundi 284

Joannes Philoponus, De opificio mundi, Page 284. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/284

ροῖεν τὴν γῆν, ἀντὶ τῶν φθειρομένων ἐπιγιγνομένων ἑτέρων ἀεί· ἐμοὶ δὲ ἐκ παραλλήλου κεῖσθαι δοκεῖ τούτων ἑκάτερον ἀντὶ τοῦ ‘πληθύνεσθε’· τὰ γὰρ καθ' ἕκαστον γένος ἀπ' ἀρχῆς ὑπὸ θεοῦ πρῶτα γενόμενα μὴ διὰ μέσης τῆς φύσεως, ἀλλὰ μόνῳ τῷ θείῳ βουλήματι τέλεια παρῆκται καὶ οὐδὲν ἐλλείποντα μεγέθους, εἰς ὃ τελειούμενον ἕκαστον ἀφῖχθαι θεὸς ἐβούλετο. βʹ. Ὅτι ἐκ τῆς εὐλογίας τοῦ ‘αὐξάνεσθε καὶ πληθύνεσθε’ καὶ ἑτέρων τοιούτων δῆλόν ἐστιν, ὅτι οὐ κατὰ ἀπόπτωσιν τοῦ ἀγαθοῦ ἐκ τῆς ἀσωμάτου ζωῆς εἰς σῶμα κατῆλθον αἱ ψυχαί. Εἰ δὲ ἐν εὐλογίας κλήρῳ τό ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν’ τοῖς τε ἀνθρώποις καὶ τοῖς ἄλλοις ζῴοις ἐπέταξεν ὁ θεὸς καὶ εἰς ἔργον ἐξέβη τὸ κέλευσμα, οὐκ ἄρα διὰ τὴν τοῦ ἀγαθοῦ ἔκπτωσιν, ὥς τισιν ἔδοξεν, ἐκ τῆς ἀσωμάτου ζωῆς ἐνταῦθα κατεληλύθασιν αἱ ψυχαί· ἀσύμφωνος γὰρ ἡ ὑπόθεσις τῇ παρούσῃ εὐλογίᾳ· εἰ γὰρ τοῦτο ἦν ἀληθές, οὐδὲν ἕτερόν ἐστι τὸ εἰπεῖν ‘αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν’ ἢ ἀρᾶσθαι ταῖς ψυχαῖς εἰς κακίαν ἐκπεσεῖν ἐσχάτην, ὡς τὰς μὲν ἀνθρωπίνοις σώμασι, τὰς δὲ θηρίων, τὰς δὲ ἐνύδρων, ἰχθύων τε καὶ κητῶν, ἐγκαταδῦναι δι' ὑπερβάλλουσαν πονηρίαν, ἵνα τὸ θεῖον πληρωθῇ πρόσταγμα. καὶ πῶς οὐχὶ μᾶλλον τοὐναντίον ἦν δικαιότερον λέγειν ‘μειοῦσθε καὶ ἐλαττοῦσθε καὶ κενώσατε τὴν γῆν καὶ τὰ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
