# De opificio mundi 287

Joannes Philoponus, De opificio mundi, Page 287. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/287

ρεὶς αὖθις γενήσεται, ἐπεὶ μηδὲν τῶν φθειρομένων ἀτόμων αὐτὸ ἐκεῖνο πάλιν κατ' ἀριθμὸν γενέσθαι τῶν ἐνδεχομένων ἐστίν· οὐδὲ γὰρ τὸ ἀποσβεσθὲν πῦρ αὖθις ἔσται, ἀλλ' ἕτερον ὁμοειδές, οὐδὲ τὸ ἐξαερωθὲν ὕδωρ τὸ αὐτὸ κατ' ἀριθμὸν αὖθις γίνεται ὕδωρ, ἀλλ' ὅμοιον αὐτῷ, καὶ ἐπὶ πάντων τῶν ἀτόμων ἐμψύχων τε καὶ ἀψύχων ὁμοίως· εἰ γὰρ φθειρομένων μὴ ἀντ' αὐτῶν ἕτερα γίνοιτο, ἐκλείποι ἂν ἅπαντα. εἰ δὲ λέγοι τις τὴν ψυχήν, Παύλου φέρε, πρὶν ἐν τῷ σώματι γενέσθαι τούτῳ, πρότερον εἶναι γυμνὴν σώματος, ἀλλ' εἰ καὶ τοῦτο συγχωρήσειέ τις ἀναποδείκτως λαμβάνοντι τὸ ζητούμενον, ἀλλ' οὐδὲν πρὸς τὴν γυμναζομένην τοῦ ἐκκλησιαστοῦ λέξιν συνοίσει· οὐδὲν γὰρ τῶν ἔξω σωμάτων ὑπὸ τὸν ἥλιον ἦν πρὶν γενέσθαι τὸν κόσμον· οὐδὲ γὰρ τοῖς ὑποτιθεμένοις ἔξω σωμάτων προϋπάρξαι τὰς ψυχὰς τοῦτο δοκεῖ· δι' αὐτὸ γὰρ δὴ τοῦτο διὰ τὴν ὕφεσιν αὐτῶν τὴν ἐκ τοῦ ἀγαθοῦ γενέσθαι φασὶ τὰ σώματα οἷς ἐνδοῦνται, πρὸς τῷ καὶ τὰ ἐν ἀψύχοις καὶ τὰ ἐν τοῖς φυτοῖς ἄτομα τὸν λόγον ἐλέγχειν. Εἰ οὖν ἐπὶ τῶν ἀτόμων οὐκ ἀληθὴς ὁ τοῦ ἐκκλησιαστοῦ λόγος ἐδείχθη, λείπεται περὶ τῶν εἰδῶν εἰρηκέναι, ὅτι οὐδὲν ἐν τῷ κόσμῳ εἶδός τι γίνεται πρόσφατον, ὃ μὴ γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν· καὶ ἔστι μὲν ἀληθὴς ὁ λόγος· μεθ' ὃ γὰρ τὸν κόσμον ὑπέστησεν ὁ θεός, οὐδὲν ἕτερον αὐτῷ πρόσφατον ἐπεισήγαγεν εἶδος. τοῦτο δὲ τῇ ὑποθέσει αὐτῶν οὐδὲν συνοίσει· καὶ μηδεμιᾶς γὰρ προϋπαρχούσης ψυχῆς λογικῆς, ἄλλης δὲ ἐν ἄλλῳ γιγνομένης χρόνῳ, οὐδὲν τῷ παντὶ πρόσφατον εἶδος ἐπεισῆλθεν· οὐδὲ ὁ ἐκκλησιαστὴς ἄρα τῇ δόξῃ αὐτῶν συνηγόρησεν. καὶ ἑτέρας δὲ πλείστας λέγειν ἔχοντες

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
