# De opificio mundi 288

Joannes Philoponus, De opificio mundi, Page 288. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/288

πρὸς ἑκατέραν ὑπόθεσιν φερομένας οὐκ εὐκαταφρονήτους ἐνστάσεις διά τε τὸ μῆκος καὶ τὸ μηδὲν ταῦτα τῷ προκειμένῳ συντελεῖν σκοπῷ τοῖς εἰρημένοις ἀρκούμεθα. Ἐκεῖνο δὲ μόνον ὑπομνήσας τὸν περὶ τούτων καταπαύσω λόγον, ὅτι καὶ πρὸς Πλάτωνα δεικνύειν ἐθέλοντα, ὡς αἱ ἐνταῦθα μαθήσεις ἀναμνήσεις ὑπάρχουσιν, ὧν ἔξω σώματος ἐγνώκασιν ἡμῶν αἱ ψυχαί, ὁλόκληρον πραγματείαν ἐλεγκτικὴν τῶν εἰς τοῦτο ἐπιχειρήσεων αὐτοῦ τε καὶ Πρόκλου προκατεβαλόμην εἰς δύναμιν. ἀλλ' ἐπανιτέον πάλιν ὅθεν ἐξέβημεν. δʹ. Τῶν διαφόρων ἐκδόσεων ἐξέτασις. Σημειωτέον τὰς διαφόρους ἐκδόσεις· τῶν γὰρ ἑβδομήκοντα εἰπόντων· ‘καὶ κατακυριεύσατε αὐτῆς’, οἱ ἄλλοι φασίν· ‘καὶ ὑποτάξατε αὐτήν’· ταὐτὸν δέ ἐστι τῇ ἐννοίᾳ τοῦ ‘κυριεύσατε’ τό ‘ὑποτάξατε’· ὁ γὰρ ὑποτάσσων ἑαυτῷ τι κυριεύει αὐτοῦ· πάλιν ἀντὶ τοῦ ‘ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης’ Ἀκύλας ‘ἐπικρατεῖτε’ φησί—ὁ γὰρ ἄρχων ἐπικρατεῖ τοῦ ἀρχομένου— ὁ δὲ Θεοδοτίων· ‘καὶ παιδεύετε ἐν τοῖς ἰχθύσι τῆς θαλάσσης’· εὔλογον δὲ ἡγοῦμαι τὴν πε συλλαβὴν διὰ τοῦ ε γράφεσθαι, εἰ καὶ ἀσύνηθες Ἕλλησιν, οὐ παρὰ τὴν παιδείαν ἀλλὰ παρὰ τὰς πέδας, ἀντὶ τοῦ ‘ὑπὸ πέδας αὐτοὺς ἄγετε καὶ δεσμούς’· τοιαύτη γὰρ ἡ τῶν ἰχθύων ἄγρα καὶ τῶν ἐν ἀέρι καὶ ἐν τῇ γῇ. εἰ δέ τις τό ‘παιδεύετε’ κατὰ τὸ σύνηθες διὰ τῆς αι διφθόγγου

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
