# De opificio mundi 293

Joannes Philoponus, De opificio mundi, Page 293. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/293

ϛʹ. Ὅτι ἐπὶ πλέον ἐστὶ τὸ ἀγαθὸν τοῦ καλοῦ· εἴ τι μὲν γὰρ καλόν, ἀγαθόν· οὐκ εἴ τι δὲ ἀγαθόν, πάντως καλόν. Ἐφ' ἑκάστῳ τῶν γενομένων ἀναπεφώνηται ὑπὸ τοῦ προφήτου τό ‘καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν’ οὐ μετὰ τὴν γένεσιν ἑκάστου κρίναντος τοῦ θεοῦ, ὅτι καλόν· οὐ γὰρ ὅτι γέγονε, καλόν—οἶδε γὰρ πάντα πρὶν γενέσεως αὐτῶν—ἀλλ' ὅτι νενόηκεν ἔσεσθαι καλόν, διὰ τοῦτο πεποίηκεν ἕκαστον. καὶ τὸ καλὸν δὲ τελικόν ἐστι τῶν γινομένων, ὡς καὶ τὸ ἀγαθόν, εἰ καὶ ἐπ' ἔλαττον τοῦ ἀγαθοῦ τὸ καλόν· καλὸν μὲν γὰρ εἴρηται παρὰ τὸ κηλεῖν καὶ θέλγειν ἢ παρὰ τὸ πρὸς ἑαυτὸ καλεῖν. τοῦτο δὲ καὶ ἀγαθόν ἐστιν, ὅπερ ἂν εἴποι τις ποιητὴς ἠγάθεον, τουτέστιν ἄγαν θεῖον ἢ παρὰ τὸ ἄγαν ἐπ' αὐτὸ θέειν. τἀγαθὸν γάρ, Ἀριστοτέλης φησίν, οὗ πάντα ἐφίεται. Πᾶν μὲν οὖν καλὸν ἀγαθόν, οὐ πᾶν δὲ ἀγαθὸν καλόν· τῷ νοσοῦντι γὰρ τὸ καθάρσιον, εἰ οὕτω τύχοι, ἀγαθὸν καὶ ἡ τομὴ καὶ ἡ καῦσις καὶ ἡ ἀσιτία πολλάκις, διότι ἐπὶ τὴν ὑγίειαν ἀνακαλοῦνται τὸ νενοσηκός· καὶ τῷ ἡμαρτηκότι τὸ δοῦναι δίκας, ὑπὲρ ὧν ἥμαρτεν, ἀγαθόν· καὶ τοῦτο γὰρ πρὸς ὑγίειαν ψυχῆς ἀνακαλεῖται τοὺς σώφρονας· οὐ καλὸν δὲ ὅμως· οὐ γὰρ κηλεῖ τὸν πάσχοντα οὐδὲ καλεῖ πρὸς ἑαυτά, τοὐναντίον δὲ λυπεῖ καὶ ἀλγύνει καὶ ἀποτρέπει τῆς αὐτῶν κοινωνίας καὶ ἔστιν ἄπευκτα μέν, ἀναγκαῖα δέ, τοῖς μέντοι πρὸς τὸ ἐξ αὐτῶν ἐσόμενον ἀγαθὸν ὁρῶσι φορητὰ καὶ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
