# De opificio mundi 294

Joannes Philoponus, De opificio mundi, Page 294. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/294

ἐπιτηδευτὰ πολλάκις μετὰ πολλῆς καρτερίας, οὐ δι' ἑαυτά—ὅσον γὰρ ἐφ' ἑαυτοῖς, φευκτά—διὰ δὲ τὸ ἐξ αὐτῶν ἐσόμενον τοῖς ὑπομένουσιν ἀγαθόν· ὥστε καλὰ μὲν οὐκ ἔστιν, ἀγαθὰ δέ, καὶ τοῦτο οὐ δι' ἑαυτά, ἀλλὰ διὰ τὸ ἐξ αὐτῶν ἐσόμενον πέρας, τὴν ὑγίειαν ἢ τοῦ σώματος ἢ τῆς ψυχῆς. ‘ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου’· ‘ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει· μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται’. ‘τίς γὰρ υἱός, ὃν οὐ παιδεύει πατήρ;’ διὰ τοῦτο οὖν ἀγαθά· εἰ δὲ ἦν ἐκείνων χωρὶς καθαρθέντας τοῦ ἀγαθοῦ τυχεῖν ἢ τοῦ ψυχικοῦ ἢ τοῦ σωματικοῦ, οὐδενὶ ἂν ὑπῆρχεν αἱρετά. ἡ συνήθεια δὲ πολλάκις ἀδιαφόρως χρῆται τῷ καλῷ καὶ τῷ ἀγαθῷ. καὶ τὴν ὕλην δέ φασιν οἱ φυσικοὶ οὐ καλήν· αἰσχρὰ γὰρ ὡς ἀνείδεος, ἀγαθὴ δὲ ὡς τιθήνη καὶ δεξαμένη τῶν· εἰδῶν. εἰ οὖν καὶ τὸ καλὸν τελικόν ἐστιν αἴτιον, εἰ καὶ τοῦ ἀγαθοῦ ἐπ' ἔλαττον, προηγεῖται δὲ τὸ τελικὸν ἐν παντὶ ποιητικῷ, οἷον τῷ ποιοῦντι τὸν οἶκον ἢ τὸ ἱμάτιον ἢ τὴν θύραν τὸ ἀγαθὸν ἢ τὸ καλόν, δι' ὃ γίνεται τούτων ἕκαστον, καὶ ὁ τοῦ παντὸς δὲ δημιουργὸς διὰ μόνην ἀγαθότητα δημιουργεῖ πᾶν, ὃ ἐὰν ποιῇ, καὶ οἶδεν, πρὶν ἕκαστον ποιήσῃ, τὸ καλόν τε καὶ τὸ ἀγαθόν, δι' ὃ γίνεται, οὐ μετὰ τὸ γενέσθαι ἄρα, ὅτι καλόν ἐστι τὸ γινόμενον, ἔγνωκεν, ὅς γε δι' αὐτό γε τοῦτο καὶ μόνον πεποίηκεν αὐτό, ἀλλ' ᾔδει καὶ πρὶν αὐτὸ ποιήσῃ τοιοῦτον ἐσόμενον.

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
