# De opificio mundi 298

Joannes Philoponus, De opificio mundi, Page 298. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/298

σκοπόν, δικαίως ἀναπεφωνημένον ὄψεται τό· ‘καὶ εἶδεν ὁ θεὸς πάντα, ὅσα ἐποίησεν· καὶ ἰδοὺ καλὰ λίαν’ ἤ ‘καλὰ σφόδρα’ ἢ καὶ ὡς Ἀκύλας ὡς πρὸς τὸ ὅλον ποιούμενος τὴν ἀναφορὰν ἔφη· ‘καὶ εἶδεν ὁ θεὸς σὺν πᾶν ὅσα ἐποίησεν· καὶ ἰδοὺ ἀγαθὸν σφόδρα’ τῇ μὲν πληθυντικῇ φωνῇ τὰ μέρη δηλῶν, τῇ δὲ ἑνικῇ τὴν εἰς τὸν ἕνα κόσμον ἐκ πάντων σύμπνοιαν. Εὐλόγως δὲ οἶμαι τὸν Ἀκύλαν τὸ ἀγαθὸν εἰπεῖν ἀντὶ τοῦ καλοῦ· καίτοι ἐπὶ τῶν ἄλλων ἁπάντων τὸ καλὸν εἴρηκεν· ἄλλο μὲν γὰρ ἄλλου τῶν μερῶν ὑπάρχει κάλλιον, οἷον οὐρανὸς γῆς καὶ σελήνης ἥλιος καί ‘ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ’ καὶ τῶν φυτῶν τὰ ζῷα καὶ τῶν ἐνύδρων τὰ χερσαῖα [καὶ ἡ τῶν ὁμογενῶν ἑκάστου πρὸς τὰ λοιπὰ διαφορὰ] καὶ τούτων ὁ ἄνθρωπος· ἐπὶ δὲ τοῦ ἐκ πάντων συστήματος, τοῦ κόσμου φημί, οὐδεμιᾶς ἔτι πρὸς ἕτερον σῶμα παραθέσεως οὔσης—μονήρης γάρ ἐστιν ὁ κόσμος καὶ εἷς— τὸ μὴ ἔχον ὑπέρθεσιν τὸ ἀγαθὸν ἔπρεπεν ἐπ' αὐτοῦ λέγεσθαι, οὗ μηδεμία ἐστὶν ἐπίτασις· καλοῦ μὲν γὰρ ὡς εἶπον εἶναι κάλλιον δυνατόν, τὸ δὲ ἀγαθὸν τὸ τέλος τῶν ἐπαίνων ἀπείληφε. διόπερ οὐδὲ ἡ λέξις παρὰ τοῖς ἀκριβοῦσι τὴν Ἑλλήνων φωνὴν ὑπερτέθειται εἰς τὸ ἀγαθώτερος ἢ ἀγαθώτατος—ἔχει γὰρ ἐν ἑαυτῇ τὸ ὑπερθετικὸν ἐπίρρημα τὸ ἄγαν—καὶ εἴ που παρά τινι σπανίως εἴρηται, παρέλκει· τί γὰρ ἂν εἴη τοῦ ὑπερκειμένου πάντων ἀνώτερον; τούτου οὖν οὕτως ἔχοντος, εἰ ὁ κόσμος ἐν ἑαυτῷ περιείληφεν ἔμψυχά τε

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
