# De opificio mundi 301

Joannes Philoponus, De opificio mundi, Page 301. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/301

οὔτε τὴν κακίαν ψεκτέον, περιττοὶ δὲ νόμοι θεῖοί τε καὶ ἀνθρώπινοι, συμβουλαί τε καὶ διδασκαλίαι· μηδὲ εἰσπραττέσθωσαν οἱ φαῦλοι δίκας, ἀλλ' ἐλεείσθωσαν μᾶλλον ἀκουσίως ἐπὶ τὴν κακίαν ἑλκόμενοι· καὶ γὰρ ἐλεήσειεν ἄν τις ἢ μισήσειε τὸν ὑπὸ λῃστῶν ἢ τυράννων ἀκουσίως ἑλκόμενον ὑπηρετεῖσθαι αὐτοῖς καὶ τὸν βιαίως τοὺς ὀφθαλμοὺς ἢ ἄλλο τι τῶν μελῶν ἐκκοπτόμενον; νυνὶ δὲ τοὺς πονηροὺς οὐδ' αὐτοί γε οὗτοι συγγνώμης οἴονται ἀξίους εἶναι· ἢ μηδὲ τοὺς ἀδικοῦντας αὐτοὺς καταμεμφέσθωσαν. ιαʹ. Ὅτι οὐδέν ἐστιν οὐσιῶδες κακόν, ἀλλ' ἡ παράχρησις τῶν φυσικῶν ἐνεργειῶν ἐκ προαιρέσεως γινομένη αἰτία τοῦ κακοῦ· καὶ ὅτι οὐ κακὸν ἡ προαίρεσις. Ὅλως γὰρ οὐδὲ ἔστιν οὐδὲν ἐν τῷ κόσμῳ κακὸν οὐσιῶδες οὐδ' ὅλως ἐστὶν οὐσία κακοῦ, ἀλλ' ἐν τῇ παραχρήσει τῶν φυσικῶν ἐνεργειῶν ἐκ τῆς ἡμετέρας γινομένῃ προαιρέσεως τὸ κακὸν παρυφίσταται. οἷον ἡ μοιχεία κακόν· πότερον; δι' αὐτὴν μόνον τὴν πρὸς γυναῖκα μῖξιν; οὐκοῦν καὶ ἡ πρὸς τὴν κατὰ νόμον ἐζευγμένην πρὸς παιδοποιΐαν μῖξις κακόν· εἰ δὲ τοῦτο, μὴ τὴν μοιχείαν ὅτι κακὸν λεγέτωσαν, ἀλλὰ τὴν μῖξιν αὐτὴν ἁπλῶς· εἰ δὲ κακὸν πᾶσα μῖξις, οὐκοῦν καὶ ἡ τεκνογονία κακὸν καὶ τὰ ἀποτελέσματα ταύτης, οἱ ἄνθρωποι· ὥστε καὶ Μανιχαῖος κακὸς οὕτω γενόμενος καὶ οἱ τὰ ἐκείνου φρονοῦντες· εἰ δὲ κακὸς Μανιχαῖος,

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
