# De opificio mundi 304

Joannes Philoponus, De opificio mundi, Page 304. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/304

λοιπὸν ἤδη κινούμενον ὑποθέμενος τὸν οὐρανὸν ταῦτά φησιν· ‘ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῷον ἐνόησε τῶν ἀιδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατὴρ ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι’. ‘Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη’. ιγʹ. Διὰ τί ἐν ἓξ ἡμέραις τὸν κόσμον συνεπλήρωσεν ὁ θεός. Διὰ τί ἐν ἓξ ἡμέραις τὸν κόσμον ἐποίησεν ὁ θεός, οὐ δίκαιον μὲν ἴσως περιεργάζεσθαι· —τί γάρ, εἰ καὶ ἐν πλείοσιν ἢ καὶ ἐλάττοσιν ἐγεγόνει, λέγειν εἴχομεν ἢ καὶ ἀθρόον καὶ ἅμα πᾶς; —ἤρκει δὲ καὶ ἡ μέχρι νῦν τοῦ παντὸς διάταξις καὶ ἡ ὑπὸ πάντων ἀνθρώπων ἑβδοματικὴ τῶν ἡμερῶν ἀπαρίθμησις ἀπόδειξιν ἱκανὴν ἔχουσα τοῦ ἐν τοσαύταις ἡμέραις τὸν πάντα κόσμον δημιουργῆσαι τὸν θεόν, τῆς ἑβδόμης ὥσπερ ἑορτῆς ἐπὶ συμπληρώσει τῆς γενέσεως τοῦ παντὸς ὑπαρχούσης· τινὲς δὲ καὶ ἀριθμητικήν τινα τοῦ ‘ἕξ’ ἀριθμοῦ θεωρίαν οὐκ ἄκομψον παρειλήφασι ταύτην· τέλειος τῶν ἀριθμῶν ἐστιν ὁ ἕξ· τέλειον γὰρ ἀριθμόν φασι τὸν ἐξισάζοντα τοῖς ἰδίοις ἑαυτοῦ μέρεσι. πρῶτος δὲ τῶν τελείων ἐστὶν ὁ ἓξ καὶ μόνος τῶν ἐντὸς τῆς δεκάδος τέλειος ἐκ τοῦ ἡμίσεος τοῦ ἰδίου, τῶν τριῶν, καὶ τοῦ τρίτου, τῶν δύο, καὶ τοῦ ἕκτου, τοῦ ἑνός, συγκεί-

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
